previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πενία

καὶ μὴν περὶ τούτου σφῷν ἐθέλω δοῦναι λόγον
τὸ πρῶτον αὐτοῦ: κἂν μὲν ἀποφήνω μόνην
ἀγαθῶν ἁπάντων οὖσαν αἰτίαν ἐμὲ
470ὑμῖν δι᾽ ἐμέ τε ζῶντας ὑμᾶς: εἰ δὲ μή,
ποιεῖτον ἤδη τοῦθ᾽ τι ἂν ὑμῖν δοκῇ.

Χρεμύλος

ταυτὶ σὺ τολμᾷς μιαρωτάτη λέγειν;

Πενία

καὶ σύ γε διδάσκου: πάνυ γὰρ οἶμαι ῥᾳδίως
ἅπανθ᾽ ἁμαρτάνοντά σ᾽ ἀποδείξειν ἐγώ,
475εἰ τοὺς δικαίους φῂς ποιήσειν πλουσίους.

Χρεμύλος

τύμπανα καὶ κύφωνες οὐκ ἀρήξετε;

Πενία

οὐ δεῖ σχετλιάζειν καὶ βοᾶν πρὶν ἂν μάθῃς.

Χρεμύλος

καὶ τίς δύναιτ᾽ ἂν μὴ βοᾶνἰοὺ ἰοὺ
τοιαῦτ᾽ ἀκούων;

Πενία
ὅστις ἐστὶν εὖ φρονῶν.

Χρεμύλος

480τί δῆτά σοι τίμημ᾽ ἐπιγράψω τῇ δίκῃ,
ἐὰν ἁλῷς;

Πενία
τι σοι δοκεῖ.

Χρεμύλος
καλῶς λέγεις.

Πενία

τὸ γὰρ αὔτ᾽, ἐὰν ἡττᾶσθε, καὶ σφὼ δεῖ παθεῖν.

Χρεμύλος

ἱκανοὺς νομίζεις δῆτα θανάτους εἴκοσιν;

Βλεψίδημος

ταύτῃ γε: νῷν δὲ δὔ ἀποχρήσουσιν μόνω.

Πενία

485οὐκ ἂν φθάνοιτον τοῦτο πράττοντ᾽, τί γ᾽ ἂν
ἔχοι τις ἂν δίκαιον ἀντειπεῖν ἔτι;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: