previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Χρεμύλος

φανερὸν μὲν ἔγωγ᾽ οἶμαι γνῶναι τοῦτ᾽ εἶναι πᾶσιν ὁμοίως,
490ὅτι τοὺς χρηστοὺς τῶν ἀνθρώπων εὖ πράττειν ἐστὶ δίκαιον,
τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους τούτων τἀναντία δήπου.
τοῦτ᾽ οὖν ἡμεῖς ἐπιθυμοῦντες μόλις ηὕρομεν, ὥστε γενέσθαι
βούλευμα καλὸν καὶ γενναῖον καὶ χρήσιμον εἰς ἅπαν ἔργον.
ἢν γὰρ Πλοῦτος νυνὶ βλέψῃ καὶ μὴ τυφλὸς ὢν περινοστῇ,
495ὡς τοὺς ἀγαθοὺς τῶν ἀνθρώπων βαδιεῖται κοὐκ ἀπολείψει,
τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους φευξεῖται: κᾆτα ποιήσει
πάντας χρηστοὺς καὶ πλουτοῦντας δήπου τά τε θεῖα σέβοντας.
καίτοι τούτου τοῖς ἀνθρώποις τίς ἂν ἐξεύροι ποτ᾽ ἄμεινον;

Βλεψίδημος

οὐδείς: τούτου μάρτυς ἐγώ σοι: μηδὲν ταύτην γ᾽ ἀνερώτα.

Χρεμύλος

500ὡς μὲν γὰρ νῦν ἡμῖν βίος τοῖς ἀνθρώποις διάκειται,
τίς ἂν οὐχ ἡγοῖτ᾽ εἶναι μανίαν κακοδαιμονίαν τ᾽ ἔτι μᾶλλον;
πολλοὶ μὲν γὰρ τῶν ἀνθρώπων ὄντες πλουτοῦσι πονηροί,
ἀδίκως αὐτὰ ξυλλεξάμενοι: πολλοὶ δ᾽ ὄντες πάνυ χρηστοὶ
πράττουσι κακῶς καὶ πεινῶσιν μετὰ σοῦ τε τὰ πλεῖστα σύνεισιν.
505οὔκουν εἶναί φημ᾽, εἰ παύσει ταύτην βλέψας ποθ᾽ Πλοῦτος,
ὁδὸν ἥντιν᾽ ἰὼν τοῖς ἀνθρώποις ἀγάθ᾽ ἄν μείζω πορίσειεν.

Πενία

ἀλλ᾽ πάντων ῥᾷστ᾽ ἀνθρώπων ἀναπεισθέντ᾽ οὐχ ὑγιαίνειν
δύο πρεσβύτα, ξυνθιασώτα τοῦ ληρεῖν καὶ παραπαίειν,
εἰ τοῦτο γένοιθ᾽ ποθεῖθ᾽ ὑμεῖς, οὔ φημ᾽ ἂν λυσιτελεῖν σφῷν.
510εἰ γὰρ Πλοῦτος βλέψειε πάλιν διανείμειέν τ᾽ ἴσον αὑτόν,
οὔτε τέχνην ἂν τῶν ἀνθρώπων οὔτ᾽ ἂν σοφίαν μελετῴη
οὐδείς: ἀμφοῖν δ᾽ ὑμῖν τούτοιν ἀφανισθέντοιν ἐθελήσει
τίς χαλκεύειν ναυπηγεῖν ῥάπτειν τροχοποιεῖν,
σκυτοτομεῖν πλινθουργεῖν πλύνειν σκυλοδεψεῖν,
515 γῆς ἀρότροις ῥήξας δάπεδον καρπὸν Δηοῦς θερίσασθαι,
ἢν ἐξῇ ζῆν ἀργοῖς ὑμῖν πάντων ἀμελοῦσιν;

Χρεμύλος

λῆρον ληρεῖς. ταῦτα γὰρ ἡμῖν πάνθ᾽ ὅσα νῦν δὴ κατέλεξας
οἱ θεράποντες μοχθήσουσιν.

Πενία
πόθεν οὖν ἕξεις θεράποντας;

Χρεμύλος

ὠνησόμεθ᾽ ἀργυρίου δήπου.

Πενία
τίς δ᾽ ἔσται πρῶτον πωλῶν,
520ὅταν ἀργύριον κἀκεῖνος ἔχῃ;

Χρεμύλος
κερδαίνειν βουλόμενός τις
ἔμπορος ἥκων ἐκ Θετταλίας παρὰ πλείστων ἀνδραποδιστῶν.

Πενία

ἀλλ᾽ οὐδ᾽ ἔσται πρῶτον ἁπάντων οὐδεὶς οὐδ᾽ ἀνδραποδιστὴς
κατὰ τὸν λόγον ὃν σὺ λέγεις δήπου. τίς γὰρ πλουτῶν ἐθελήσει
κινδυνεύων περὶ τῆς ψυχῆς τῆς αὑτοῦ τοῦτο ποιῆσαι;
525ὥστ᾽ αὐτὸς ἀροῦν ἐπαναγκασθεὶς καὶ σκάπτειν τἄλλα τε μοχθεῖν
ὀδυνηρότερον τρίψεις βίοτον πολὺ τοῦ νῦν.

Χρεμύλος
ἐς κεφαλὴν σοί.

Πενία

ἔτι δ᾽ οὐχ ἕξεις οὔτ᾽ ἐν κλίνῃ καταδαρθεῖν, οὐ γὰρ ἔσονται,
οὔτ᾽ ἐν δάπισιν: τίς γὰρ ὑφαίνειν ἐθελήσει χρυσίου ὄντος;
οὔτε μύροισιν μυρίσαι στακτοῖς ὁπόταν νύμφην ἀγάγησθον.
530οὔθ᾽ ἱματίων βαπτῶν δαπάναις κοσμῆσαι ποικιλομόρφων.
καίτοι τί πλέον πλουτεῖν ἐστιν τούτων πάντων ἀποροῦντας;
παρ᾽ ἐμοῦ δ᾽ ἔστιν ταῦτ᾽ εὔπορα πάνθ᾽ ὑμῖν ὧν δείσθον: ἐγὼ γὰρ
τὸν χειροτέχνην ὥσπερ δέσποιν᾽ ἐπαναγκάζουσα κάθημαι
διὰ τὴν χρείαν καὶ τὴν πενίαν ζητεῖν ὁπόθεν βίον ἕξει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: