previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χρεμύλος

535σὺ γὰρ ἂν πορίσαι τί δύναι᾽ ἀγαθὸν φῴδων ἐκ βαλανείου
καὶ παιδαρίων ὑποπεινώντων καὶ γραι:δίων κολοσυρτόν;
φθειρῶν τ᾽ ἀριθμὸν καὶ κωνώπων καὶ ψυλλῶν οὐδὲ λέγω σοι
ὑπὸ τοῦ πλήθους, αἳ βομβοῦσαι περὶ τὴν κεφαλὴν ἀνιῶσιν,
ἐπεγείρουσαι καὶ φράζουσαι, ‘πεινήσεις, ἀλλ᾽ ἐπανίστω.’
540πρὸς δέ γε τούτοις ἀνθ᾽ ἱματίου μὲν ἔχειν ῥάκος: ἀντὶ δὲ κλίνης
στιβάδα σχοίνων κόρεων μεστήν, τοὺς εὕδοντας ἐγείρει:
καὶ φορμὸν ἔχειν ἀντὶ τάπητος σαπρόν: ἀντὶ δὲ προσκεφαλαίου
λίθον ἐυμεγέθη πρὸς τῇ κεφαλῇ: σιτεῖσθαι δ᾽ ἀντὶ μὲν ἄρτων
μαλάχης πτόρθους, ἀντὶ δὲ μάζης φυλλεῖ᾽ ἰσχνῶν ῥαφανίδων,
545ἀντὶ δὲ θράνους στάμνου κεφαλὴν κατεαγότος, ἀντὶ δὲ μάκτρας
φιδάκνης πλευρὰν ἐρρωγυῖαν καὶ ταύτην. ἆρά γε πολλῶν
ἀγαθῶν πᾶσιν τοῖς ἀνθρὠποις ἀποφαίνω σ᾽ αἴτιον οὖσαν;

Πενία

σὺ μὲν οὐ τὸν ἐμὸν βίον εἴρηκας, τὸν τῶν πτωχῶν δ᾽ ὑπεκρούσω.

Χρεμύλος

οὐκοῦν δήπου τῆς Πτωχείας Πενίαν φαμὲν εἶναι ἀδελφήν.

Πενία

550ὑμεῖς γ᾽ οἵπερ καὶ Θρασυβούλῳ Διονύσιον εἶναι ὅμοιον.
ἀλλ᾽ οὐχ οὑμὸς τοῦτο πέπονθεν βίος οὐ μὰ Δί᾽, οὐδέ γε μέλλει.
πτωχοῦ μὲν γὰρ βίος, ὃν σὺ λέγεις, ζῆν ἐστιν μηδὲν ἔχοντα:
τοῦ δὲ πένητος ζῆν φειδόμενον καὶ τοῖς ἔργοις προς έχοντα,
περιγίγνεσθαι δ᾽ αὐτῷ μηδέν, μὴ μέντοι μηδ᾽ ἐπιλείπειν.

Χρεμύλος

555ὡς μακαρίτην Δάματερ τὸν βίον αὐτοῦ κατέλεξας,
εἰ φεισάμενος καὶ μοχθήσας καταλείψει μηδὲ ταφῆναι.

Πενία

σκώπτειν πειρᾷ καὶ κωμῳδεῖν τοῦ σπουδάζειν ἀμελήσας,
οὐ γιγνώσκων ὅτι τοῦ Πλούτου παρέχω βελτίονας ἄνδρας
καὶ τὴν γνώμην καὶ τὴν ἰδέαν. παρὰ τῷ μὲν γὰρ ποδαγρῶντες
560καὶ γαστρώδεις καὶ παχύκνημοι καὶ πίονές εἰσιν ἀσελγῶς,
παρ᾽ ἐμοὶ δ᾽ ἰσχνοὶ καὶ σφηκώδεις καὶ τοῖς ἐχθροῖς ἀνιαροί.

Χρεμύλος

ἀπὸ τοῦ λιμοῦ γὰρ ἴσως αὐτοῖς τὸ σφηκῶδες σὺ πορίζεις.

Πενία

περὶ σωφροσύνης ἤδη τοίνυν περανῶ σφῷν κἀναδιδάξω
ὅτι κοσμιότης οἰκεῖ μετ᾽ ἐμοῦ, τοῦ Πλούτου δ᾽ ἐστὶι ὑβρίζειν.

Χρεμύλος

565πάνυ γοῦν κλέπτειν κόσμιόν ἐστιν καὶ τοὺς τοίχους διορύττειν.

Βλεψίδημος

νὴ τὸν Δί᾽, εἰ δεῖ λαθεῖν αὐτόν, πῶς οὐχὶ κόσμιόν ἐστι;†

Πενία

σκέψαι τοίνυν ἐν ταῖς πόλεσιν τοὺς ῥήτορας, ὡς ὁπόταν μὲν
ὦσι πένητες, περὶ τὸν δῆμον καὶ τὴν πόλιν εἰσὶ δίκαιοι,
πλουτήσαντες δ᾽ ἀπὸ τῶν κοινῶν παραχρῆμ᾽ ἄδικοι γεγένηνται,
570ἐπιβουλεύουσί τε τῷ πλήθει καὶ τῷ δήμῳ πολεμοῦσιν.

Χρεμύλος

ἀλλ᾽ οὐ ψεύδει τούτων γ᾽ οὐδέν, καίπερ σφόδρα βάσκανος οὖσα.
ἀτὰρ οὐχ ἧττόν γ᾽ οὐδὲν κλαύσει, μηδὲν ταύτῃ γε κομήσῃς,
ὁτιὴ ζητεῖς τοῦτ᾽ ἀναπείθειν ἡμᾶς, ὡς ἔστιν ἄμεινον
Πενία Πλούτου.

Πενία
καὶ σύ γ᾽ ἐλέγξαι μ᾽ οὔπω δύνασαι περὶ τούτου,
575ἀλλὰ φλυαρεῖς καὶ πτερυγίζεις.

Χρεμύλος
καὶ πῶς φεύγουσί σ᾽ ἅπαντες;

Πενία

ὅτι βελτίους αὐτοὺς ποιῶ. σκέψασθαι δ᾽ ἔστι μάλιστα
ἀπὸ τῶν παίδων: τοὺς γὰρ πατέρας φεύγουσι φρονοῦντας ἄριστα
αὐτοῖς. οὕτω διαγιγνώσκειν χαλεπὸν πρᾶγμ᾽ ἐστὶ δίκαιον.

Χρεμύλος

τὸν Δία φήσεις ἆρ᾽ οὐκ ὀρθῶς διαγιγνώσκειν τὸ κράτιστον:
580κἀκεῖνος γὰρ τὸν Πλοῦτον ἔχει.

Βλεψίδημος
ταύτην δ᾽ ἡμῖν ἀποπέμπει.

Πενία

ἀλλ᾽ Κρονικαῖς λήμαις ὄντως λημῶντες τὰς φρένας ἄμφω,
Ζεὺς δήπου πένεται, καὶ τοῦτ᾽ ἤδη φανερῶς σε διδάξω.
εἰ γὰρ ἐπλούτει, πῶς ἂν ποιῶν τὸν Ὀλυμπικὸν αὐτὸς ἀγῶνα
ἵνα τοὺς Ἕλληνας ἅπαντας ἀεὶ δι᾽ ἔτους πέμπτου ξυναγείρει,
585ἀνεκήρυττεν τῶν ἀσκητῶν τοὺς νικῶντας στεφανώσας
κοτίνου στεφάνῳ; καίτοι χρυσῷ μᾶλλον ἐχρῆν, εἴπερ ἐπλούτει.

Χρεμύλος

οὐκοῦν τούτῳ δήπου δηλοῖ τιμῶν τὸν Πλοῦτον ἐκεῖνος:
φειδόμενος γὰρ καὶ βουλόμενος τούτου μηδὲν δαπανᾶσθαι,
λήροις ἀναδῶν τοὺς νικῶντας τὸν Πλοῦτον ἐᾷ παρ᾽ ἑαυτῷ.

Πενία

590πολὺ τῆς Πενίας πρᾶγμ᾽ αἴσχιον ζητεῖς αὐτῷ περιάψαι,
εἰ πλούσιος ὢν ἀνελεύθερός ἐσθ᾽ οὑτωσὶ καὶ φιλοκερδής.

Χρεμύλος

ἀλλὰ σέ γ᾽ Ζεὺς ἐξολέσειεν κοτίνου στεφάνῳ στεφανώσας.

Πενία

τὸ γὰρ ἀντιλέγειν τολμᾶν ὑμᾶς ὡς οὐ πάντ᾽ ἔστ᾽ ἀγάθ᾽ ὑμῖν
διὰ τὴν Πενίαν.

Χρεμύλος
παρὰ τῆς Ἑκάτης ἔξεστιν τοῦτο πυθέσθαι,
595εἴτε τὸ πλουτεῖν εἴτε τὸ πεινῆν βέλτιον. φησὶ γὰρ αὕτη
τοὺς μὲν ἔχοντας καὶ πλουτοῦντας δεῖπνον κατὰ μῆν᾽ ἀποπέμπειν,
τοὺς δὲ πένητας τῶν ἀνθρώπων ἁρπάζειν πρὶν καταθεῖναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: