previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χοροῦ

Καρίων

πλεῖστα Θησείοις μεμυστιλημένοι
γέροντες ἄνδρες ἐπ᾽ ὀλιγίστοις ἀλφίτοις,
ὡς εὐτυχεῖθ᾽, ὡς μακαρίως πεπράγατε,
630ἄλλοι θ᾽ ὅσοις μέτεστι τοῦ χρηστοῦ τρόπου.

Χορός

τί δ᾽ ἔστιν βέλτιστε τῶν σαυτοῦ φίλων;
φαίνει γὰρ ἥκειν ἄγγελος χρηστοῦ τινος.

Καρίων

δεσπότης πέπραγεν εὐτυχέστατα,
μᾶλλον δ᾽ Πλοῦτος αὐτός: ἀντὶ γὰρ τυφλοῦ
635ἐξωμμάτωται καὶ λελάμπρυνται κόρας,
Ἀσκληπιοῦ παιῶνος εὐμενοῦς τυχών.

Χορός

λέγεις μοι χαράν, λέγεις μοι βοάν.

Καρίων

πάρεστι χαίρειν, ἤν τε βούλησθ᾽ ἤν τε μή.

Χορός

ἀναβοάσομαι τὸν εὔπαιδα καὶ
640μέγα βροτοῖσι φέγγος Ἀσκληπιόν.

Γυνή

τίς βοή ποτ᾽ ἐστίν; ἆρ᾽ ἀγγέλλεται
χρηστόν τι; τοῦτο γὰρ ποθοῦσ᾽ ἐγὼ πάλαι
ἔνδον κάθημαι περιμένουσα τουτονί.

Καρίων

ταχέως ταχέως φέρ᾽ οἶνον δέσποιν᾽, ἵνα
645καὐτὴ πίῃς: φιλεῖς δὲ δρῶσ᾽ αὐτὸ σφόδρα:
ὡς ἀγαθὰ συλλήβδην ἅπαντά σοι φέρω.

Γυνή

καὶ ποῦ στιν;

Καρίων
ἐν τοῖς λεγομένοις εἴσει τάχα.

Γυνή

πέραινε τοίνυν τι λέγεις ἀνύσας ποτέ.

Καρίων

ἄκουε τοίνυν, ὡς ἐγὼ τὰ πράγματα
650ἐκ τῶν ποδῶν ἐς τὴν κεφαλήν σοι πάντ᾽ ἐρῶ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: