previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Γυνή

ὅσην ἔχεις τὴν δύναμιν ὦναξ δέσποτα.
ἀτὰρ φράσον μοι, ποῦ᾽ σθ᾽ Πλοῦτος;

Καρίων
ἔρχεται.
750ἀλλ᾽ ἦν περὶ αὐτὸν ὄχλος ὑπερφυὴς ὅσος.
οἱ γὰρ δίκαιοι πρότερον ὄντες καὶ βίον
ἔχοντες ὀλίγον αὐτὸν ἠσπάζοντο καὶ
ἐδεξιοῦνθ᾽ ἅπαντες ὑπὸ τῆς ἡδονῆς:
ὅσοι δ᾽ ἐπλούτουν οὐσίαν τ᾽ εἶχον συχνὴν
755οὐκ ἐκ δικαίου τὸν βίον κεκτημένοι,
ὀφρῦς ξυνῆγον ἐσκυθρώπαζόν θ᾽ ἅμα.
οἱ δ᾽ ἠκολούθουν κατόπιν ἐστεφανωμένοι
γελῶντες εὐφημοῦντες: ἐκτυπεῖτο δὲ
ἐμβὰς γερόντων εὐρύθμοις προβήμασιν.
760ἀλλ᾽ εἶ᾽ ἁπαξάπαντες ἐξ ἑνὸς λόγου
ὀρχεῖσθε καὶ σκιρτᾶτε καὶ χορεύετε:
οὐδεὶς γὰρ ὑμῖν εἰσιοῦσιν ἀγγελεῖ,
ὡς ἄλφιτ᾽ οὐκ ἔνεστιν ἐν τῷ θυλάκῳ.

Γυνή

νὴ τὴν Ἑκάτην κἀγὼ δ᾽ ἀναδῆσαι βούλομαι
765εὐαγγέλιά σε κριβανωτῶν ὁρμαθῷ
τοιαῦτ᾽ ἀπαγγείλαντα.

Καρίων
μή νυν μέλλ᾽ ἔτι,
ὡς ἅνδρες ἐγγύς εἰσιν ἤδη τῶν θυρῶν.

Γυνή

φέρε νυν ἰοῦσ᾽ εἴσω κομίσω καταχύσματα
ὥσπερ νεωνήτοισιν ὀφθαλμοῖς ἐγώ.

Καρίων

770ἐγὼ δ᾽ ἀπαντῆσαί γ᾽ ἐκείνοις βούλομαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.5.3
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: