previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κομμάτιον Χοροῦ

Πλοῦτος

καὶ προσκυνῶ γε πρῶτα μὲν τὸν ἥλιον,
ἔπειτα σεμνῆς Παλλάδος κλεινὸν πέδον
χώραν τε πᾶσαν Κέκροπος μ᾽ ἐδέξατο.
αἰσχύνομαι δὲ τὰς ἐμαυτοῦ συμφοράς,
775οἵοις ἄρ᾽ ἀνθρώποις ξυνὼν ἐλάνθανον,
τοὺς ἀξίους δὲ τῆς ἐμῆς ὁμιλίας
ἔφευγον, εἰδὼς οὐδέν: τλήμων ἐγώ,
ὡς οὔτ᾽ ἐκεῖν᾽ ἄρ᾽ οὔτε ταῦτ᾽ ὀρθῶς ἔδρων:
ἀλλ᾽ αὐτὰ πάντα πάλιν ἀναστρέψας ἐγὼ
780δείξω τὸ λοιπὸν πᾶσιν ἀνθρώποις ὅτι
ἄκων ἐμαυτὸν τοῖς πονηροῖς ἐπεδίδουν.

Χρεμύλος

βάλλ᾽ ἐς κόρακας: ὡς χαλεπόν εἰσιν οἱ φίλοι
οἱ φαινόμενοι παραχρῆμ᾽ ὅταν πράττῃ τις εὖ.
νύττουσι γὰρ καὶ φλῶσι τἀντικνήμια,
785ἐνδεικνύμενος ἔκαστος εὔνοιάν τινα.
ἐμὲ γὰρ τίς οὐ προσεῖπε; ποῖος οὐκ ὄχλος
περιεστεφάνωσεν ἐν ἀγορᾷ πρεσβυτικός;

Γυνή

φίλτατ᾽ ἀνδρῶν καὶ σὺ καὶ σὺ χαίρετε.
φέρε νυν, νόμος γάρ ἐστι, τὰ καταχύσματα
790ταυτὶ καταχέω σου λαβοῦσα.

Πλοῦτος
μηδαμῶς.
ἐμοῦ γὰρ εἰσιόντος ἐς τὴν οἰκίαν
πρώτιστα καὶ βλέψαντος οὐδὲν ἐκφέρειν
πρεπῶδές ἐστιν, ἀλλὰ μᾶλλον ἐσφέρειν.

Γυνή

εἶτ᾽ οὐχὶ δέξει δῆτα τὰ καταχύσματα;

Πλοῦτος

795ἔνδον γε παρὰ τὴν ἑστίαν, ὥσπερ νόμος:
ἔπειτα καὶ τὸν φόρτον ἐκφύγοιμεν ἄν.
οὐ γὰρ πρεπῶδές ἐστι τῷ διδασκάλῳ
ἰσχάδια καὶ τρωγάλια τοῖς θεωμένοις
προβαλόντ᾽ ἐπὶ τούτοις εἶτ᾽ ἀναγκάζειν γελᾶν.

Γυνή

800εὖ πάνυ λέγεις: ὡς Δεξίνικός γ᾽ οὑτοσὶ
ἀνίσταθ᾽ ὡς ἁρπασόμενος τὰς ἰσχάδας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: