previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Συκοφάντης

850οἴμοι κακοδαίμων, ὡς ἀπόλωλα δείλαιος,
καὶ κακοδαίμων καὶ τετράκις καὶ πεντάκις
καὶ δωδεκάκις καὶ μυριάκις: ἰοὺ ἰού.
οὕτω πολυφόρῳ συγκέκραμαι δαίμονι.

Καρίων

Ἄπολλον ἀποτρόπαιε καὶ θεοὶ φίλοι,
855τί ποτ᾽ ἐστὶν τι πέπονθεν ἅνθρωπος κακόν;

Συκοφάντης

οὐ γὰρ σχέτλια πέπονθα νυνὶ πράγματα,
ἀπολωλεκὼς ἅπαντα τἀκ τῆς οἰκίας
διὰ τὸν θεὸν τοῦτον, τὸν ἐσόμενον τυφλὸν
πάλιν αὖθις, ἤνπερ μὴ 'λλίπωσιν αἱ δίκαι;

Δίκαιος

860ἐγὼ σχεδὸν τὸ πρᾶγμα γιγνώσκειν δοκῶ.
προσέρχεται γάρ τις κακῶς πράττων ἀνήρ,
ἔοικε δ᾽ εἶναι τοῦ πονηροῦ κόμματος.

Καρίων

νὴ Δία καλῶς τοίνυν ποιῶν ἀπόλλυται.

Συκοφάντης

ποῦ ποῦ 'σθ᾽ μόνος ἅπαντας ἡμᾶς πλουσίους
865ὑποσχόμενος οὗτος ποιήσειν εὐθέως,
εἰ πάλιν ἀναβλέψειεν ἐξ ἀρχῆς; δὲ
πολὺ μᾶλλον ἐνίους ἐστὶν ἐξολωλεκώς.

Καρίων

καὶ τίνα δέδρακε δῆτα τοῦτ᾽;

Συκοφάντης
ἐμὲ τουτονί.

Καρίων

τῶν πονηρῶν ἦσθα καὶ τοιχωούχων;

Συκοφάντης

870μὰ Δί᾽ οὐ μὲν οὖν ἔσθ᾽ ὑγιὲς ὑμῶν οὐδενός,
κοὐκ ἔσθ᾽ ὅπως οὐκ ἔχετέ μου τὰ χρήματα.

Καρίων

ὡς σοβαρὸς Δάματερ εἰσελήλυθεν
συκοφάντης. δῆλον ὅτι βουλιμιᾷ.

Συκοφάντης

σὺ μὲν εἰς ἀγορὰν ἰὼν ταχέως οὐκ ἂν φθάνοις:
875ἐπὶ τοῦ τροχοῦ γὰρ δεῖ σ᾽ ἐκεῖ στρεβλούμενον
εἰπεῖν πεπανούργηκας.

Καρίων
οἰμώξἄρα σύ.

Δίκαιος

νὴ τὸν Δία τὸν σωτῆρα πολλοῦ γ᾽ ἄξιος
ἅπασι τοῖς Ἕλλησιν θεός ἐσθ᾽ ὅτι
τοὺς συκοφάντας ἐξολεῖ κακοὺς κακῶς.

Συκοφάντης

880οἴμοι τάλας: μῶν καὶ σὺ μετέχων καταγελᾷς;
ἐπεὶ πόθεν θοἰμάτιον εἴληφας τοδί;
ἐχθὲς δ᾽ ἔχοντ᾽ εἶδόν σ᾽ ἐγὼ τριβώνιον.

Δίκαιος

οὐδὲν προτιμῶ σου. φορῶ γὰρ πριάμενος
τὸν δακτύλιον τονδὶ παρ᾽ Εὐδάμου δραχμῆς.

Καρίων

885ἀλλ᾽ οὐκ ἔνεστι συκοφάντου δήγματος.†

Συκοφάντης

ἆρ᾽ οὐχ ὕβρις ταῦτ᾽ ἐστὶ πολλή; σκώπτετον,
τι δὲ ποιεῖτον ἐνθάδ᾽ οὐκ εἰρήκατον.
οὐκ ἐπ᾽ ἀγαθῷ γὰρ ἐνθάδ᾽ ἐστὸν οὐδενί.

Δίκαιος

μὰ τὸν Δί᾽ οὔκουν τῷ γε σῷ, σάφ᾽ ἴσθ᾽ ὅτι.

Συκοφάντης

890ἀπὸ τῶν ἐμῶν γὰρ ναὶ μὰ Δία δειπνήσετον.

Καρίων

ὡς δὴ 'π᾽ ἀληθείᾳ σὺ μετὰ τοῦ μάρτυρος
διαρραγείης μηδενός γ᾽ ἐμπλήμενος.

Συκοφάντης

ἀρνεῖσθον; ἔνδον ἐστὶν μιαρωτάτω
πολὺ χρῆμα τεμαχῶν καὶ κρεῶν ὠπτημένων.
895 .

Καρίων

κακόδαιμον ὀσφραίνει τι;

Δίκαιος
τοῦ ψύχους γ᾽ ἴσως
ἐπεὶ τοιοῦτόν γ᾽ ἀμπέχεται τριβώνιον.

Συκοφάντης

ταῦτ᾽ οὖν ἀνασχέτ᾽ ἐστὶν Ζεῦ καὶ θεοί,
τούτους ὑβρίζειν εἰς ἔμ᾽; οἴμ᾽ ὡς ἄχθομαι
900ὅτι χρηστὸς ὢν καὶ φιλόπολις πάσχω κακῶς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 1320
  • Cross-references to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: