previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Δίκαιος

σὺ φιλόπολις καὶ χρηστός;

Συκοφάντης
ὡς οὐδείς γ᾽ ἀνήρ.

Δίκαιος

καὶ μὴν ἐπερωτηθεὶς ἀπόκριναί μοι.

Συκοφάντης
τὸ τί;

Δίκαιος

γεωργὸς εἶ;

Συκοφάντης
μελαγχολᾶν μ᾽ οὕτως οἴει;

Δίκαιος

ἀλλ᾽ ἔμπορος;

Συκοφάντης
ναί, σκήπτομαί γ᾽, ὅταν τύχω.

Δίκαιος

905τί δαί; τέχνην τιν᾽ ἔμαθες;

Συκοφάντης
οὐ μὰ τὸν Δία.

Δίκαιος

πῶς οὖν διέζης πόθεν μηδὲν ποιῶν;

Συκοφάντης

τῶν τῆς πόλεώς εἰμ᾽ ἐπιμελητὴς πραγμάτων
καὶ τῶν ἰδίων πάντων.

Δίκαιος
σύ; τί μαθών;

Συκοφάντης
βούλομαι.

Δίκαιος

πῶς οὖν ἂν εἴης χρηστὸς τοιχωρύχε,
910εἴ σοι προσῆκον μηδὲν εἶτ᾽ ἀπεχθάνει;

Συκοφάντης

οὐ γὰρ προσήκει τὴν ἐμαυτοῦ μοι πόλιν
εὐεργετεῖν κέπφε καθ᾽ ὅσον ἂν σθένω;

Δίκαιος

εὐεργετεῖν οὖν ἐστι τὸ πολυπραγμονεῖν;

Συκοφάντης

τὸ μὲν οὖν βοηθεῖν τοῖς νόμοις τοῖς κειμένοις
915καὶ μὴ 'πιτρέπειν ἐάν τις ἐξαμαρτάνῃ.

Δίκαιος

οὔκουν δικαστὰς ἐξεπίτηδες πόλις
ἄρχειν καθίστησιν;

Συκοφάντης
κατηγορεῖ δὲ τίς;

Δίκαιος

βουλόμενος.

Συκοφάντης
οὐκοῦν ἐκεῖνός εἰμ᾽ ἐγώ,
ὥστ᾽ εἰς ἔμ᾽ ἥκει τῆς πόλεως τὰ πράγματα.

Δίκαιος

920νὴ Δία πονηρόν γ᾽ ἆρα προστάτην ἔχει.
ἐκεῖνο δ᾽ οὐ βούλοι᾽ ἄν, ἡσυχίαν ἔχων
ζῆν ἀργός;

Συκοφάντης
ἀλλὰ προβατίου βίον λέγεις,
εἰ μὴ φανεῖται διατριβή τις τῷ βίῳ.

Δίκαιος

οὐδ᾽ ἂν μεταμάθοις;

Συκοφάντης
οὐδ᾽ ἂν εἰ δοίης γέ μοι
925τὸν Πλοῦτον αὐτὸν καὶ τὸ Βάττου σίλφιον.

Δίκαιος

κατάθου ταχέως θοἰμάτιον.

Καρίων
οὗτος, σοὶ λέγει.

Δίκαιος

ἔπειθ᾽ ὑπόλυσαι.

Καρίων
ταῦτα πάντα σοὶ λέγει.

Συκοφάντης

καὶ μὴν προσελθέτω πρὸς ἔμ᾽ ὑμῶν ἐνθαδὶ
βουλόμενος.

Καρίων
οὐκοῦν ἐκεῖνός εἰμ᾽ ἐγώ.

Συκοφάντης

930οἴμοι τάλας ἀποδύομαι μεθ᾽ ἡμέραν.

Καρίων

σὺ γὰρ ἀξιοῖς τἀλλότρια πράττων ἐσθίειν.

Συκοφάντης

ὁρᾷς ποιεῖς; ταῦτ᾽ ἐγὼ μαρτύρομαι.

Δίκαιος

ἀλλ᾽ οἴχεται φεύγων ὃν ἦγες μάρτυρα.

Συκοφάντης

οἴμοι περιείλημμαι μόνος.

Καρίων
νυνὶ βοᾷς;

Συκοφάντης

935οἴμοι μάλ᾽ αὖθις.

Καρίων
δὸς σύ μοι τὸ τριβώνιον,
ἵν᾽ ἀμφιέσω τὸν συκοφάντην τουτονί.

Δίκαιος

μὴ δῆθ᾽: ἱερὸν γάρ ἐστι τοῦ Πλούτου πάλαι.

Καρίων

ἔπειτα ποῦ κάλλιον ἀνατεθήσεται
περὶ πονηρὸν ἄνδρα καὶ τοιχωρύχον;
940Πλοῦτον δὲ κοσμεῖν ἱματίοις σεμνοῖς πρέπει.

Δίκαιος

τοῖς δ᾽ ἐμβαδίοις τί χρήσεταί τις; εἰπέ μοι.

Καρίων

καὶ ταῦτα πρὸς τὸ μέτωπον αὐτίκα δὴ μάλα
ὥσπερ κοτίνῳ προσπατταλεύσω τουτῳί.

Συκοφάντης

ἄπειμι: γιγνώσκω γὰρ ἥττων ὢν πολὺ
945ὑμῶν: ἐὰν δὲ σύζυγον λάβω τινὰ
καὶ σύκινον, τοῦτον τὸν ἰσχυρὸν θεὸν
ἐγὼ ποιήσω τήμερον δοῦναι δίκην,
ὁτιὴ καταλύει περιφανῶς εἶς ὢν μόνος
τὴν δημοκρατίαν, οὔτε τὴν βουλὴν πιθὼν
950τὴν τῶν πολιτῶν οὔτε τὴν ἐκκλησίαν.

Δίκαιος

καὶ μὴν ἐπειδὴ τὴν πανοπλίαν τὴν ἐμὴν
ἔχων βαδίζεις, ἐς τὸ βαλανεῖον τρέχε:
ἔπειτ᾽ ἐκεῖ κορυφαῖος ἑστηκὼς θέρου.
κἀγὼ γὰρ εἶχον τὴν στάσιν ταύτην ποτέ.

Καρίων

955ἀλλ᾽ βαλανεὺς ἕλξει θύραζ᾽ αὐτὸν λαβὼν
τῶν ὀρχιπέδων: ἰδὼν γὰρ αὐτὸν γνώσεται
ὅτι ἔστ᾽ ἐκείνου τοῦ πονηροῦ κόμματος.
νὼ δ᾽ εἰσίωμεν, ἵνα προσεύξῃ τὸν θεόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter VI
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: