This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
περὶ μὲν οὖν τοὺς πολίτας καὶ τοὺς οἰκείους οἷος γεγένηται, καὶ τὴν πατρῴαν οὐσίαν ὡς αἰσχρῶς ἀνήλωκε, καὶ τὴν ὕβριν τὴν εἰς τὸ ἑαυτοῦ σῶμα ὡς ὑπερεώρακε, συνῇστε1 μὲν καὶ πρὶν ἐμὲ λέγειν, ἱκανῶς δ᾽ ὑμᾶς ὑπομέμνηκε2 καὶ ὁ παρ᾽ ἐμοῦ λόγος: δύο δέ μοι τῆς κατηγορίας εἴδη λείπεται, ἐφ᾽ οἷς ἐμαυτόν τ᾽ εἰπεῖν εὔχομαι τοῖς θεοῖς πᾶσι καὶ πάσαις ὑπὲρ τῆς πόλεως ὡς προῄρημαι, ὑμᾶς τε βουλοίμην ἂν οἷς ἐγὼ μέλλω λέγειν προσέχειν3 καὶ παρακολουθεῖν εὐμαθῶς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.