This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπειδὰν δ᾽ ἀπὸ τῆς ἀπολογίας ἀποσπασθῆτε καὶ τὰς ψυχὰς ἐφ᾽ ἑτέρων γένησθε, εἰς λήθην ἐμπεσόντες τῆς κατηγορίας, ἐξέρχεσθ᾽ ἐκ τῶν δικαστηρίων, οὐδὲ παρ᾽ ἑτέρου δίκην εἰληφότες, οὔτε παρὰ τοῦ κατηγόρου, ψῆφος γὰρ κατ᾽ αὐτοῦ οὐ δίδοται, οὔτε παρὰ τοῦ ἀπολογουμένου, ταῖς γὰρ ἀλλοτρίαις αἰτίαις ἀποτριψάμενος τὰ ὑπάρχοντα αὑτῷ ἐγκλήματα ἐκπέφευγεν ἐκ τοῦ δικαστηρίου: οἱ δὲ νόμοι καταλύονται καὶ ἡ δημοκρατία διαφθείρεται καὶ τὸ ἔθος ἐπὶ πολὺ προβαίνει: εὐχερῶς γὰρ ἐνίοτε λόγον ἄνευ χρηστοῦ βίου προσδέχεσθε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.