This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὗτος μέντοι ὁ αὐτὸς ἐγκαταληφθεὶς ὑπὸ τῶν νυνὶ παρόντων αὐτῷ κινδύνων, οὐκ αἰτούντων Ἀθηναίων, αὐτὸς ἑκὼν κατέπεμψε τριακόσια τάλαντα τῷ δήμῳ, ἃ σωφρονῶν οὐκ ἐδέξατο. ὁ δὲ κομίζων ἦν τὸ χρυσίον καιρὸς καὶ φόβος καὶ χρεία συμμάχων. τὸ δὲ αὐτὸ τοῦτο καὶ τὴν Θηβαίων συμμαχίαν ἐξηργάσατο. σὺ δὲ τὸ μὲν τῶν Θηβαίων ὄνομα καὶ τὸ τῆς δυστυχεστάτης συμμαχίας ἐνοχλεῖς ἀεὶ λέγων, τὰ δ᾽ ἑβδομήκοντα τάλαντα ὑποσιωπᾷς, ἃ προλαβὼν τοῦ βασιλικοῦ χρυσίου ἀπεστέρηκας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.