This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4] ἐτόλμησε δὲ εἰπεῖν ὡς ὁ ἄρξας τῆς πληγῆς καὶ μὴ διαφθείρας μᾶλλον τοῦ ἀποκτείναντος φονεύς ἐστι: τοῦτον γὰρ βουλευτὴν τοῦ θανάτου φησὶ γενέσθαι. ἐγὼ δὲ πολὺ τἀναντία τούτων φημί. εἰ γὰρ αἱ χεῖρες ἃ διανοούμεθα ἑκάστῳ ἡμῶν ὑπουργοῦσιν, ὁ μὲν πατάξας καὶ μὴ ἀποκτείνας τῆς πληγῆς βουλευτὴς ἐγένετο, ὁ δὲ θανασίμως τύπτων τοῦ θανάτου: ἐκ γὰρ ὧν ἐκεῖνος διανοηθεὶς ἔδρασεν, ὁ ἀνὴρ τέθνηκεν. ἔστι δὲ ἡ μὲν ἀτυχία τοῦ πατάξαντος, ἡ δὲ συμφορὰ τοῦ παθόντος. ὁ μὲν γὰρ ἐξ ὧν ἔδρασεν ἐκεῖνος διαφθαρείς, οὐ τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀλλὰ τῇ τοῦ πατάξαντος χρησάμενος ἀπέθανεν:1 ὁ δὲ μείζω ὧν ἤθελε πράξας, τῇ ἑαυτοῦ ἀτυχίᾳ ὃν οὐκ ἤθελεν ἀπέκτεινεν.