This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[93]
τίς γὰρ οὐ μέμνηται
τῶν πρεσβυτέρων ἢ τῶν νεωτέρων οὐκ ἀκήκοε Καλλίστρατον, οὗ θάνατον ἡ πόλις
κατέγνω, τοῦτον φυγόντα καὶ τοῦ θεοῦ τοῦ ἐν Δελφοῖς ἀκούσαντα ὅτι ἂν
ἔλθῃ Ἀθήναζε τεύξεται τῶν νόμων, ἀφικόμενον καὶ ἐπὶ τὸν βωμὸν τῶν δώδεκα
θεῶν καταφυγόντα, καὶ οὐδὲν ἧττον ὑπὸ τῆς πόλεως ἀποθανόντα; δικαίως: τὸ
γὰρ τῶν νόμων τοῖς ἠδικηκόσι τυχεῖν τιμωρία ἐστίν. ὁ δέ γε θεὸς ὀρθῶς
ἀπέδωκε τοῖς ἠδικημένοις κολάσαι τὸν αἴτιον: δεινὸν γὰρ ἂν εἴη, εἰ ταὐτὰ
σημεῖα τοῖς εὐσεβέσι καὶ τοῖς κακούργοις φαίνοιτο.1
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.