This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἰξευτὰς ἔτι κῶρος ἐν ἄλσεϊ δενδράεντι
ὄρνεα θηρεύων τὸν ἀπότροπον εἶδεν Ἔρωτα
ἑσδόμενον πύξοιο ποτὶ κλάδον: ὡς δ̓ ἐνόησε,
χαίρων ὥνεκα δὴ μέγα φαίνετο τὤρνεον αὐτῷ,
5τὼς καλάμως ἅμα πάντας ἐπ̓ ἀλλάλοισι συνάπτων
τᾷ καὶ τᾷ τὸν Ἔρωτα μετάλμενον ἀμφεδόκευε.
χὠ παῖς ἀσχαλάων, ὅκα οἱ τέλος οὐδὲν ἀπάντη,
τὼς καλάμως ῥίψας ποτ̓ ἀροτρέα πρέσβυν ἵκανεν,
ὅς νιν τάνδε τέχναν ἐδιδάξατο, καὶ λέγεν αὐτῷ,
10καί οἱ δεῖξεν Ἔρωτα καθήμενον. αὐτὰρ ὁ πρέσβυς
μειδιάων κίνησε κάρη καὶ ἀμείβετο παῖδα:
‘φείδεο τᾶς θήρας, μηδ̓ ἐς τόδε τὤρνεον ἔρχευ.
φεῦγε μακράν. κακόν ἐστι τὸ θηρίον. ὄλβιος ἐσσῇ,
εἰσόκα μή νιν ἕλῃς: ἢν δ̓ ἀνέρος ἐς μέτρον ἔλθῃς,
15οὗτος ὁ νῦν φεύγων καὶ ἀπάλμενος αὐτὸς ἀφ̓ αὑτῶ
ἐλθὼν ἐξαπίνας κεφαλὰν ἔπι σεῖο καθιξεῖ.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.