previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἐξεύρωμεν οὖν κοινῇ, τῶς ἕλκεται. πῶς δ᾽ ἄλλως ὡς σίδηρος ὑπὸ τῆς ἡρακλείας λίθου [p. 166] δύναμιν ἐχούσης ἑλκτικὴν τοιαύτης ποιότητος; ἀλλ᾽ εἰ τὴν μὲν ἀρχὴν τῆς ἀναδόσεως τῆς κοιλίας ἔνθλιψις παρέχεται, τὴν δὲ μετὰ ταῦτα φορὰν ἅπασαν αἵ τε φλέβες περιστελλόμεναι καὶ προωθοῦσαι καὶ τῶν τρεφομένων ἕκαστον ἐπισπώμενον εἰς ἑαυτό, τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας ἀποστάντες, ὡς οὐ πρεπούσης ἀνδρὶ τεχνικὴν ὑποθεμένῳ τὴν φύσιν, οὕτως ἂν ἤδη καὶ τὴν ἀντιλογίαν εἴημεν πεφευγότες τὴν Ἀσκληπιάδου μὴ δυνάμενοί γε λύειν αὐτήν. τὸ γὰρ εἰς τὴν ἀπόδειξιν παραλαμβανόμενον λῆμμα τὸ διεζευγμένον οὐκ ἐκ δυοῖν ἀλλ᾽ ἐκ τριῶν ἐστι κατά γε τὴν ἀλήθειαν διεζευγμένον. εἰ μὲν οὖν [p. 107] ὡς ἐκ δυοῖν αὐτῷ χρησαίμεθα, ψεῦδος ἔσται τι τῶν εἰς τὴν ἀπόδειξιν παρειλημμένων: εἰ δ᾽ ὡς ἐκ τριῶν, ἀπέραντος λόγος γενήσεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (A.J. Brock, 1916)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: