previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[404α] ἐπειδὰν ψυχὴ καθαρὰ πάντων τῶν περὶ τὸ σῶμα κακῶν καὶ ἐπιθυμιῶν, οὐ φιλοσόφου δοκεῖ σοι εἶναι καὶ εὖ ἐντεθυμημένου ὅτι οὕτω μὲν ἂν κατέχοι αὐτοὺς δήσας τῇ περὶ ἀρετὴν ἐπιθυμίᾳ, ἔχοντας δὲ τὴν τοῦ σώματος πτοίησιν καὶ μανίαν οὐδ᾽ ἂν Κρόνος δύναιτο πατὴρ συγκατέχειν αὑτῷ ἐν τοῖς δεσμοῖς δήσας τοῖς αὐτοῦ λεγομένοις;

Ἑρμογένης
κινδυνεύεις τὶ λέγειν, Σώκρατες. [404β]

Σωκράτης
καὶ τό γε ὄνομα Ἅιδης,’ Ἑρμόγενες, πολλοῦ δεῖ ἀπὸ τοῦ ἀιδοῦς ἐπωνομάσθαι, ἀλλὰ πολὺ μᾶλλον ἀπὸ τοῦ πάντα τὰ καλὰ εἰδέναι, ἀπὸ τούτου ὑπὸ τοῦ νομοθέτουἍιδηςἐκλήθη.

Ἑρμογένης
εἶεν: τί δὲ Δήμητρά τε καὶ Ἥραν καὶ Ἀπόλλω καὶ Ἀθηνᾶν καὶ Ἥφαιστον καὶ Ἄρη καὶ τοὺς ἄλλους θεούς, πῶς λέγομεν;

Σωκράτης
Δημήτηρ μὲν φαίνεται κατὰ τὴν δόσιν τῆς ἐδωδῆς διδοῦσα ὡς μήτηρΔημήτηρκεκλῆσθαι, Ἥρα δὲ ἐρατή [404ξ] τις, ὥσπερ οὖν καὶ λέγεται Ζεὺς αὐτῆς ἐρασθεὶς ἔχειν. ἴσως δὲ μετεωρολογῶν νομοθέτης τὸν ἀέραἭρανὠνόμασεν ἐπικρυπτόμενος, θεὶς τὴν ἀρχὴν ἐπὶ τελευτήν: γνοίης δ᾽ ἄν, εἰ πολλάκις λέγοις τὸ τῆς Ἥρας ὄνομα. ‘Φερρέφατταδέ: πολλοὶ μὲν καὶ τοῦτο φοβοῦνται τὸ ὄνομα καὶ τὸνἈπόλλω,’ ὑπὸ ἀπειρίας, ὡς ἔοικεν, ὀνομάτων ὀρθότητος. καὶ γὰρ μεταβάλλοντες σκοποῦνται τὴνΦερσεφόνην,’ καὶ δεινὸν αὐτοῖς φαίνεται: τὸ δὲ μηνύει [404δ] σοφὴν εἶναι τὴν θεόν. ἅτε γὰρ φερομένων τῶν πραγμάτων τὸ ἐφαπτόμενον καὶ ἐπαφῶν καὶ δυνάμενον ἐπακολουθεῖν σοφία ἂν εἴη. ‘Φερέπαφαοὖν διὰ τὴν σοφίαν καὶ τὴν ἐπαφὴν τοῦ φερομένου θεὸς ἂν ὀρθῶς καλοῖτο, τοιοῦτόν τιδι᾽ ὅπερ καὶ σύνεστιν αὐτῇ Ἅιδης σοφὸς ὤν, διότι τοιαύτη ἐστίννῦν δὲ αὐτῆς ἐκκλίνουσι τὸ ὄνομα εὐστομίαν περὶ πλείονος ποιούμενοι τῆς ἀληθείας, ὥστεΦερρέφατταναὐτὴν καλεῖν. ταὐτὸν δὲ καὶ περὶ τὸν [404ε] Ἀπόλλω, ὅπερ λέγω, πολλοὶ πεφόβηνται περὶ τὸ ὄνομα τοῦ θεοῦ, ὥς τι δεινὸν μηνύοντος: οὐκ ᾔσθησαι;

Ἑρμογένης
πάνυ μὲν οὖν, καὶ ἀληθῆ λέγεις.

Σωκράτης
τὸ δέ γ᾽ ἐστίν, ὡς ἐμοὶ δοκεῖ, κάλλιστα κείμενον πρὸς τὴν δύναμιν τοῦ θεοῦ.

Ἑρμογένης
πῶς δή;

Σωκράτης
ἐγὼ πειράσομαι φράσαι γέ μοι φαίνεται: οὐ γὰρ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1921)
hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 893
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: