previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[408α] κλοπικόν τε καὶ τὸ ἀπατηλὸν ἐν λόγοις καὶ τὸ ἀγοραστικόν, περὶ λόγου δύναμίν ἐστιν πᾶσα αὕτη πραγματεία: ὅπερ οὖν καὶ ἐν τοῖς πρόσθεν ἐλέγομεν, τὸεἴρεινλόγου χρεία ἐστί, τὸ δέ, οἷον καὶ Ὅμηρος πολλαχοῦ λέγει, ‘ἐμήσατόφησιν, τοῦτο δὲ μηχανήσασθαί ἐστιν. ἐξ ἀμφοτέρων οὖν τούτων τὸν τὸ λέγειν τε καὶ τὸν λόγον μησάμενοντὸ δὲ λέγειν δή ἐστιν εἴρειντοῦτον τὸν θεὸν ὡσπερεὶ ἐπιτάττει [408β] ἡμῖν νομοθέτης: ‘ ἄνθρωποι, ὃς τὸ εἴρειν ἐμήσατο, δικαίως ἂν καλοῖτο ὑπὸ ὑμῶν εἰρέμης’: νῦν δὲ ἡμεῖς, ὡς οἰόμεθα, καλλωπίζοντες τὸ ὄνομαἙρμῆνκαλοῦμεν. καὶ γε Ἶρις ἀπὸ τοῦ εἴρειν ἔοικεν κεκλημένη, ὅτι ἄγγελος ἦν.

Ἑρμογένης
νὴ τὸν Δία, εὖ ἄρα μοι δοκεῖ Κρατύλος λέγειν τὸ ἐμὲ μὴ εἶναι Ἑρμογένη: οὔκουν εὐμήχανός γέ εἰμι λόγου.

Σωκράτης
καὶ τό γε τὸν Πᾶνα τοῦ Ἑρμοῦ εἶναι ὑὸν διφυῆ ἔχει τὸ εἰκός, ἑταῖρε. [408ξ]

Ἑρμογένης
πῶς δή;

Σωκράτης
οἶσθα ὅτι λόγος τὸ πᾶν σημαίνει καὶ κυκλεῖ καὶ πολεῖ ἀεί, καὶ ἔστι διπλοῦς, ἀληθής τε καὶ ψευδής.

Ἑρμογένης
πάνυ γε.

Σωκράτης
οὐκοῦν τὸ μὲν ἀληθὲς αὐτοῦ λεῖον καὶ θεῖον καὶ ἄνω οἰκοῦν ἐν τοῖς θεοῖς, τὸ δὲ ψεῦδος κάτω ἐν τοῖς πολλοῖς τῶν ἀνθρώπων καὶ τραχὺ καὶ τραγικόν: ἐνταῦθα γὰρ πλεῖστοι οἱ μῦθοί τε καὶ τὰ ψεύδη ἐστίν, περὶ τὸν τραγικὸν βίον.

Ἑρμογένης
πάνυ γε.

Σωκράτης
ὀρθῶς ἄρ᾽ ἂν πᾶν μηνύων καὶ ἀεὶ πολῶν [408δ]Πὰν αἰπόλοςεἴη, διφυὴς Ἑρμοῦ ὑός, τὰ μὲν ἄνωθεν λεῖος, τὰ δὲ κάτωθεν τραχὺς καὶ τραγοειδής. καὶ ἔστιν ἤτοι λόγος λόγου ἀδελφὸς Πάν, εἴπερ Ἑρμοῦ ὑός ἐστιν: ἀδελφῷ δὲ ἐοικέναι ἀδελφὸν οὐδὲν θαυμαστόν. ἀλλ᾽ ὅπερ ἐγὼ ἔλεγον, μακάριε, ἀπαλλαγῶμεν ἐκ τῶν θεῶν.

Ἑρμογένης
τῶν γε τοιούτων, Σώκρατες, εἰ βούλει. περὶ τῶν τοιῶνδε δὲ τί σε κωλύει διελθεῖν, οἷον ἡλίου τε καὶ σελήνης καὶ ἄστρων καὶ γῆς καὶ αἰθέρος καὶ ἀέρος καὶ πυρὸς [408ε] καὶ ὕδατος καὶ ὡρῶν καὶ ἐνιαυτοῦ;

Σωκράτης
συχνὰ μέν μοι προστάττεις, ὅμως δέ, εἴπερ σοι κεχαρισμένον ἔσται, ἐθέλω.

Ἑρμογένης
καὶ μὴν χαριῇ.

Σωκράτης
τί δὴ οὖν πρῶτον βούλει; ὥσπερ εἶπες τὸν ἥλιον διέλθωμεν;

Ἑρμογένης
πάνυ γε.

Σωκράτης
ἔοικε τοίνυν κατάδηλον γενόμενον ἂν μᾶλλον εἰ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1921)
hide References (1 total)
  • Commentary references to this page (1):
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO PAN
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: