previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[419α] μᾶλλον εἰκός ἐστιν ὀρθῶς κεῖσθαι τὸ νῦν, ἀλλ᾽ ὁμολογήσει τοῖς πρόσθεν ἀγαθοῖς, ἐὰν ἀντὶ τοῦ εἶ τὸ ἰῶτα ἀποδιδῷς, ὥσπερ τὸ παλαιόν: διϊὸν γὰρ αὖ σημαίνει, ἀλλ᾽ οὐ δέον, τἀγαθόν, ὅπερ δὴ ἐπαινεῖ. καὶ οὕτω οὐκ ἐναντιοῦται αὐτὸς αὑτῷ τὰ ὀνόματα τιθέμενος, ἀλλὰδέονκαὶὠφέλιμονκαὶλυσιτελοῦνκαὶκερδαλέονκαὶἀγαθὸνκαὶσυμφέρονκαὶεὔποροντὸ αὐτὸ φαίνεται, ἑτέροις ὀνόμασι σημαῖνον τὸ διακοσμοῦν καὶ ἰὸν πανταχοῦ ἐγκεκωμιασμένον, [419β] τὸ δὲ ἴσχον καὶ δοῦν ψεγόμενον. καὶ δὴ καὶ τὸζημιῶδες,’ ἐὰν κατὰ τὴν ἀρχαίαν φωνὴν ἀποδῷς ἀντὶ τοῦ ζῆτα δέλτα, φανεῖταί σοι κεῖσθαι τὸ ὄνομα ἐπὶ τῷ δοῦντι τὸ ἰόν, ἐπονομασθὲνδημιῶδες.’

Ἑρμογένης
τί δὲ δὴἡδονὴκαὶλύπηκαὶἐπιθυμίακαὶ τὰ τοιαῦτα, Σώκρατες;

Σωκράτης
οὐ πάνυ χαλεπά μοι φαίνεται, Ἑρμόγενες. τε γὰρἡδονή,’ πρὸς τὴν ὄνησιν ἔοικε τείνουσα πρᾶξις τοῦτο ἔχειν τὸ ὄνοματὸ δέλτα δὲ ἔγκειται, ὥστεἡδονὴ[419ξ] ἀντὶἡονῆςκαλεῖται τελύπηἀπὸ τῆς διαλύσεως τοῦ σώματος ἔοικεν ἐπωνομάσθαι ἣν ἐν τούτῳ τῷ πάθει ἴσχει τὸ σῶμα. καὶ γεἀνίατὸ ἐμποδίζον τοῦ ἰέναι. δὲἀλγηδὼνξενικόν τι φαίνεταί μοι ἀπὸ τοῦ ἀλγεινοῦ ὠνομασμένον. ‘ὀδύνηδὲ ἀπὸ τῆς ἐνδύσεως τῆς λύπης κεκλημένῃ ἔοικεν. ‘ἀχθηδὼνδὲ καὶ παντὶ δῆλον ἀπεικασμένον τὸ ὄνομα τῷ τῆς φορᾶς βάρει. ‘χαρὰδὲ τῇ διαχύσει καὶ εὐπορίᾳ τῆς ῥοῆς τῆς ψυχῆς ἔοικε κεκλημένῃ. [419δ]τέρψιςδὲ ἀπὸ τοῦ τερπνοῦ: τὸ δὲτερπνὸνἀπὸ τῆς διὰ τῆς ψυχῆς ἕρψεως πνοῇ ἀπεικασθὲν κέκληται, ἐν δίκῃ μὲν ἂνἕρπνουνκαλούμενον, ὑπὸ χρόνου δὲτερπνὸνπαρηγμένον. ‘εὐφροσύνηδὲ οὐδὲν προσδεῖται τοῦ διότι ῥηθῆναι: παντὶ γὰρ δῆλον ὅτι ἀπὸ τοῦ εὖ τοῖς πράγμασι τὴν ψυχὴν συμφέρεσθαι τοῦτο ἔλαβε τὸ ὄνομα, ‘εὐφεροσύνηντό γε δίκαιον: ὅμως δὲ αὐτὸ καλοῦμενεὐφροσύνην.’ οὐδ᾽ἐπιθυμίαχαλεπόν: τῇ γὰρ ἐπὶ τὸν θυμὸν ἰούσῃ [419ε] δυνάμει δῆλον ὅτι τοῦτο ἐκλήθη τὸ ὄνομα. ‘θυμὸςδὲ ἀπὸ τῆς θύσεως καὶ ζέσεως τῆς ψυχῆς ἔχοι ἂν τοῦτο τὸ ὄνομα. ἀλλὰ μὴνἵμερόςγε τῷ μάλιστα ἕλκοντι τὴν ψυχὴν ῥῷ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1921)
hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 795
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: