[426β]
ὀνομάτων μάλιστά τε καὶ καθαρώτατα δεῖ ἔχειν ἀποδεῖξαι, ἢ εὖ εἰδέναι ὅτι τά γε ὕστερα ἤδη φλυαρήσει. ἢ σοὶ ἄλλως δοκεῖ;Ἑρμογένης
οὐδ᾽ ὁπωστιοῦν, ὦ Σώκρατες, ἄλλως.Σωκράτης
ἃ μὲν τοίνυν ἐγὼ ᾔσθημαι περὶ τῶν πρώτων ὀνομάτων πάνυ μοι δοκεῖ ὑβριστικὰ εἶναι καὶ γελοῖα. τούτων οὖν σοι μεταδώσω, ἂν βούλῃ: σὺ δ᾽ ἄν τι ἔχῃς βέλτιόν ποθεν λαβεῖν, πειρᾶσθαι καὶ ἐμοὶ μεταδιδόναι.Ἑρμογένης
ποιήσω ταῦτα. ἀλλὰ θαρρῶν λέγε.