[438ε]
Κρατύλος
δοκεῖ μοι οὕτω.Σωκράτης
ἔστιν ἄρα, ὡς ἔοικεν, ὦ Κρατύλε, δυνατὸν μαθεῖν ἄνευ ὀνομάτων τὰ ὄντα, εἴπερ ταῦτα οὕτως ἔχει.Κρατύλος
φαίνεται.Σωκράτης
διὰ τίνος ἄλλου οὖν ἔτι προσδοκᾷς ἂν ταῦτα μαθεῖν; ἆρα δι᾽ ἄλλου του ἢ οὗπερ εἰκός τε καὶ δικαιότατον, δι᾽ ἀλλήλων γε, εἴ πῃ συγγενῆ ἐστιν, καὶ αὐτὰ δι᾽ αὑτῶν; τὸ γάρ που ἕτερον ἐκείνων καὶ ἀλλοῖον ἕτερον ἄν τι καὶ ἀλλοῖον σημαίνοι ἀλλ᾽ οὐκ ἐκεῖνα.Κρατύλος
ἀληθῆ μοι φαίνῃ λέγειν.