previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[145α] ὁμοιότητος, σκεπτέον εἰ γραφικὸς ὢν λέγει οὔ.

Θεαίτητος
δοκεῖ μοι.

Σωκράτης
οὖν ζωγραφικὸς Θεόδωρος;

Θεαίτητος
οὔχ, ὅσον γέ με εἰδέναι.

Σωκράτης
ἆρ᾽ οὐδὲ γεωμετρικός;

Θεαίτητος
πάντως δήπου, Σώκρατες.

Σωκράτης
καὶ ἀστρονομικὸς καὶ λογιστικός τε καὶ μουσικὸς καὶ ὅσα παιδείας ἔχεται;

Θεαίτητος
ἔμοιγε δοκεῖ.

Σωκράτης
εἰ μὲν ἄρα ἡμᾶς τοῦ σώματός τι ὁμοίους φησὶν εἶναι ἐπαινῶν πῃ ψέγων, οὐ πάνυ αὐτῷ ἄξιον τὸν νοῦν προσέχειν.

Θεαίτητος
ἴσως οὔ. [145β]

Σωκράτης
τί δ᾽ εἰ ποτέρου τὴν ψυχὴν ἐπαινοῖ πρὸς ἀρετήν τε καὶ σοφίαν; ἆρ᾽ οὐκ ἄξιον τῷ μὲν ἀκούσαντι προθυμεῖσθαι ἀνασκέψασθαι τὸν ἐπαινεθέντα, τῷ δὲ προθύμως ἑαυτὸν ἐπιδεικνύναι;

Θεαίτητος
πάνυ μὲν οὖν, Σώκρατες.

Σωκράτης
ὥρα τοίνυν, φίλε Θεαίτητε, σοὶ μὲν ἐπιδεικνύναι, ἐμοὶ δὲ σκοπεῖσθαι: ὡς εὖ ἴσθι ὅτι Θεόδωρος πολλοὺς δὴ πρός με ἐπαινέσας ξένους τε καὶ ἀστοὺς οὐδένα πω ἐπῄνεσεν ὡς σὲ νυνδή.

Θεαίτητος
εὖ ἂν ἔχοι, Σώκρατες: ἀλλ᾽ ὅρα μὴ παίζων [145ξ] ἔλεγεν.

Σωκράτης
οὐχ οὗτος τρόπος Θεοδώρου: ἀλλὰ μὴ ἀναδύου τὰ ὡμολογημένα σκηπτόμενος παίζοντα λέγειν τόνδε, ἵνα μὴ καὶ ἀναγκασθῇ μαρτυρεῖνπάντως γὰρ οὐδεὶς ἐπισκήψετ᾽ αὐτῷἀλλὰ θαρρῶν ἔμμενε τῇ ὁμολογίᾳ.

Θεαίτητος
ἀλλὰ χρὴ ταῦτα ποιεῖν, εἰ σοὶ δοκεῖ.

Σωκράτης
λέγε δή μοι: μανθάνεις που παρὰ Θεοδώρου γεωμετρίας ἄττα;

Θεαίτητος
ἔγωγε. [145δ]

Σωκράτης
καὶ τῶν περὶ ἀστρονομίαν τε καὶ ἁρμονίας καὶ λογισμούς;

Θεαίτητος
προθυμοῦμαί γε δή.

Σωκράτης
καὶ γὰρ ἐγώ, παῖ, παρά τε τούτου καὶ παρ᾽ ἄλλων οὓς ἂν οἴωμαί τι τούτων ἐπαΐειν. ἀλλ᾽ ὅμως τὰ μὲν ἄλλα ἔχω περὶ αὐτὰ μετρίως, μικρὸν δέ τι ἀπορῶ μετὰ σοῦ τε καὶ τῶνδε σκεπτέον. καί μοι λέγε: ἆρ᾽ οὐ τὸ μανθάνειν ἐστὶν τὸ σοφώτερον γίγνεσθαι περὶ μανθάνει τις;

Θεαίτητος
πῶς γὰρ οὔ;

Σωκράτης
σοφίᾳ δέ γ᾽ οἶμαι σοφοὶ οἱ σοφοί.

Θεαίτητος
ναί. [145ε]

Σωκράτης
τοῦτο δὲ μῶν διαφέρει τι ἐπιστήμης;

Θεαίτητος
τὸ ποῖον;

Σωκράτης
σοφία. οὐχ ἅπερ ἐπιστήμονες ταῦτα καὶ σοφοί;

Θεαίτητος
τί μήν;

Σωκράτης
ταὐτὸν ἄρα ἐπιστήμη καὶ σοφία;

Θεαίτητος
ναί.

Σωκράτης
τοῦτ᾽ αὐτὸ τοίνυν ἐστὶν ἀπορῶ καὶ οὐ δύναμαι λαβεῖν ἱκανῶς παρ᾽ ἐμαυτῷ, ἐπιστήμη ὅτι ποτὲ τυγχάνει ὄν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1921)
hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 278
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: