previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[203α]

Σωκράτης
βασανίζωμεν δὴ αὐτὰ ἀναλαμβάνοντες, μᾶλλον δὲ ἡμᾶς αὐτούς, οὕτως οὐχ οὕτως γράμματα ἐμάθομεν. φέρε πρῶτον: ἆρ᾽ αἱ μὲν συλλαβαὶ λόγον ἔχουσι, τὰ δὲ στοιχεῖα ἄλογα;

Θεαίτητος
ἴσως.

Σωκράτης
πάνυ μὲν οὖν καὶ ἐμοὶ φαίνεται. Σωκράτους γοῦν εἴ τις ἔροιτο τὴν πρώτην συλλαβὴν οὑτωσί: ‘ Θεαίτητε, λέγε τί ἐστι ΣΩ’; τί ἀποκρινῇ;

Θεαίτητος
ὅτι σῖγμα καὶ .

Σωκράτης
οὐκοῦν τοῦτον ἔχεις λόγον τῆς συλλαβῆς;

Θεαίτητος
ἔγωγε. [203β]

Σωκράτης
ἴθι δή, οὕτως εἰπὲ καὶ τὸν τοῦ σῖγμα λόγον.

Θεαίτητος
καὶ πῶς τοῦ στοιχείου τις ἐρεῖ στοιχεῖα; καὶ γὰρ δή, Σώκρατες, τό τε σῖγμα τῶν ἀφώνων ἐστί, ψόφος τις μόνον, οἷον συριττούσης τῆς γλώττης: τοῦ δ᾽ αὖ βῆτα οὔτε φωνὴ οὔτε ψόφος, οὐδὲ τῶν πλείστων στοιχείων. ὥστε πάνυ εὖ ἔχει τὸ λέγεσθαι αὐτὰ ἄλογα, ὧν γε τὰ ἐναργέστατα αὐτὰ τὰ ἑπτὰ φωνὴν μόνον ἔχει, λόγον δὲ οὐδ᾽ ὁντινοῦν.

Σωκράτης
τουτὶ μὲν ἄρα, ἑταῖρε, κατωρθώκαμεν περὶ ἐπιστήμης.

Θεαίτητος
φαινόμεθα. [203ξ]

Σωκράτης
τί δέ; τὸ μὴ γνωστὸν εἶναι τὸ στοιχεῖον ἀλλὰ τὴν συλλαβὴν ἆρ᾽ ὀρθῶς ἀποδεδείγμεθα;

Θεαίτητος
εἰκός γε.

Σωκράτης
φέρε δή, τὴν συλλαβὴν πότερον λέγομεν τὰ ἀμφότερα στοιχεῖα, καὶ ἐὰν πλείω δύο, τὰ πάντα, μίαν τινὰ ἰδέαν γεγονυῖαν συντεθέντων αὐτῶν;

Θεαίτητος
τὰ ἅπαντα ἔμοιγε δοκοῦμεν.

Σωκράτης
ὅρα δὴ ἐπὶ δυοῖν, σῖγμα καὶ . ἀμφότερά ἐστιν πρώτη συλλαβὴ τοῦ ἐμοῦ ὀνόματος. ἄλλο τι γιγνώσκων αὐτὴν τὰ ἀμφότερα γιγνώσκει; [203δ]

Θεαίτητος
τί μήν;

Σωκράτης
τὸ σῖγμα καὶ τὸ ἄρα γιγνώσκει.

Θεαίτητος
ναί.

Σωκράτης
τί δ᾽; ἑκάτερον ἄρ᾽ ἀγνοεῖ καὶ οὐδέτερον εἰδὼς ἀμφότερα γιγνώσκει;

Θεαίτητος
ἀλλὰ δεινὸν καὶ ἄλογον, Σώκρατες.

Σωκράτης
ἀλλὰ μέντοι εἴ γε ἀνάγκη ἑκάτερον γιγνώσκειν, εἴπερ ἀμφότερά τις γνώσεται, προγιγνώσκειν τὰ στοιχεῖα ἅπασα ἀνάγκη τῷ μέλλοντί ποτε γνώσεσθαι συλλαβήν, καὶ οὕτως ἡμῖν καλὸς λόγος ἀποδεδρακὼς οἰχήσεται. [203ε]

Θεαίτητος
καὶ μάλα γε ἐξαίφνης.

Σωκράτης
οὐ γὰρ καλῶς αὐτὸν φυλάττομεν. χρῆν γὰρ ἴσως τὴν συλλαβὴν τίθεσθαι μὴ τὰ στοιχεῖα ἀλλ᾽ ἐξ ἐκείνων ἕν τι γεγονὸς εἶδος, ἰδέαν μίαν αὐτὸ αὑτοῦ ἔχον, ἕτερον δὲ τῶν στοιχείων.

Θεαίτητος
πάνυ μὲν οὖν: καὶ τάχα γ᾽ ἂν μᾶλλον οὕτως 'κείνως ἔχοι.

Σωκράτης
σκεπτέον καὶ οὐ προδοτέον οὕτως ἀνάνδρως μέγαν τε καὶ σεμνὸν λόγον.

Θεαίτητος
οὐ γὰρ οὖν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1921)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: