[208α]
καὶ αὖ ‘Θεόδωρον’ ἐπιχειρῶν γράφειν ταῦ καὶ εἶ οἴηταί τε δεῖν γράφειν καὶ γράψῃ, ἆρ᾽ ἐπίστασθαι φήσομεν αὐτὸν τὴν πρώτην τῶν ὑμετέρων ὀνομάτων συλλαβήν;Θεαίτητος
ἀλλ᾽ ἄρτι ὡμολογήσαμεν τὸν οὕτως ἔχοντα μήπω εἰδέναι.Σωκράτης
κωλύει οὖν τι καὶ περὶ τὴν δευτέραν συλλαβὴν καὶ τρίτην καὶ τετάρτην οὕτως ἔχειν τὸν αὐτόν;Θεαίτητος
οὐδέν γε.Σωκράτης
ἆρ᾽ οὖν τότε τὴν διὰ στοιχείου διέξοδον ἔχων γράψει ‘Θεαίτητον’ μετὰ ὀρθῆς δόξης, ὅταν ἑξῆς γράφῃ;Θεαίτητος
δῆλον δή.