previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[235α] σαφές, ὅτι τῶν γοήτων ἐστί τις, μιμητὴς ὢν τῶν ὄντων, διστάζομεν ἔτι μὴ περὶ ὅσωνπερ ἀντιλέγειν δοκεῖ δυνατὸς εἶναι, περὶ τοσούτων καὶ τὰς ἐπιστήμας ἀληθῶς ἔχων τυγχάνει;

Θεαίτητος
καὶ πῶς ἄν, ξένε; ἀλλὰ σχεδὸν ἤδη σαφὲς ἐκ τῶν εἰρημένων, ὅτι τῶν τῆς παιδιᾶς μετεχόντων ἐστί τιςμερῶνεἷς.

Ξένος
γόητα μὲν δὴ καὶ μιμητὴν ἄρα θετέον αὐτόν τινα.

Θεαίτητος
πῶς γὰρ οὐ θετέον;

Ξένος
ἄγε δή, νῦν ἡμέτερον ἔργον ἤδη τὸν θῆρα μηκέτ᾽ [235β] ἀνεῖναι: σχεδὸν γὰρ αὐτὸν περιειλήφαμεν ἐν ἀμφιβληστρικῷ τινι τῶν ἐν τοῖς λόγοις περὶ τὰ τοιαῦτα ὀργάνων, ὥστε οὐκέτ᾽ ἐκφεύξεται τόδε γε.

Θεαίτητος
τὸ ποῖον;

Ξένος
τὸ μὴ οὐ τοῦ γένους εἶναι τοῦ τῶν θαυματοποιῶν τις εἷς.

Θεαίτητος
κἀμοὶ τοῦτό γε οὕτω περὶ αὐτοῦ συνδοκεῖ.

Ξένος
δέδοκται τοίνυν ὅτι τάχιστα διαιρεῖν τὴν εἰδωλοποιικὴν τέχνην, καὶ καταβάντας εἰς αὐτήν, ἐὰν μὲν ἡμᾶς εὐθὺς σοφιστὴς ὑπομείνῃ, συλλαβεῖν αὐτὸν κατὰ τὰ ἐπεσταλμένα [235ξ] ὑπὸ τοῦ βασιλικοῦ λόγου, κἀκείνῳ παραδόντας ἀποφῆναι τὴν ἄγραν: ἐὰν δ᾽ ἄρα κατὰ μέρη τῆς μιμητικῆς δύηταί πῃ, συνακολουθεῖν αὐτῷ διαιροῦντας ἀεὶ τὴν ὑποδεχομένην αὐτὸν μοῖραν, ἕωσπερ ἂν ληφθῇ. πάντως οὔτε οὗτος οὔτε ἄλλο γένος οὐδὲν μή ποτε ἐκφυγὸν ἐπεύξηται τὴν τῶν οὕτω δυναμένων μετιέναι καθ᾽ ἕκαστά τε καὶ ἐπὶ πάντα μέθοδον.

Θεαίτητος
λέγεις εὖ, καὶ ταῦτα ταύτῃ ποιητέον.

Ξένος
κατὰ δὴ τὸν παρεληλυθότα τρόπον τῆς διαιρέσεως [235δ] ἔγωγέ μοι καὶ νῦν φαίνομαι δύο καθορᾶν εἴδη τῆς μιμητικῆς: τὴν δὲ ζητουμένην ἰδέαν, ἐν ὁποτέρῳ ποθ᾽ ἡμῖν οὖσα τυγχάνει, καταμαθεῖν οὐδέπω μοι δοκῶ νῦν δυνατὸς εἶναι.

Θεαίτητος
σὺ δ᾽ ἀλλ᾽ εἰπὲ πρῶτον καὶ δίελε ἡμῖν τίνε τὼ δύο λέγεις.

Ξένος
μίαν μὲν τὴν εἰκαστικὴν ὁρῶν ἐν αὐτῇ τέχνην. ἔστι δ᾽ αὕτη μάλιστα ὁπόταν κατὰ τὰς τοῦ παραδείγματος συμμετρίας τις ἐν μήκει καὶ πλάτει καὶ βάθει, καὶ πρὸς [235ε] τούτοις ἔτι χρώματα ἀποδιδοὺς τὰ προσήκοντα ἑκάστοις, τὴν τοῦ μιμήματος γένεσιν ἀπεργάζηται.

Θεαίτητος
τί δ᾽; οὐ πάντες οἱ μιμούμενοί τι τοῦτ᾽ ἐπιχειροῦσι δρᾶν;

Ξένος
οὔκουν ὅσοι γε τῶν μεγάλων πού τι πλάττουσιν ἔργων γράφουσιν. εἰ γὰρ ἀποδιδοῖεν τὴν τῶν καλῶν ἀληθινὴν συμμετρίαν, οἶσθ᾽ ὅτι σμικρότερα μὲν τοῦ δέοντος


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1921)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: