previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[265α] φύσιν ἐπιδείξωμεν μάλιστα μὲν ἡμῖν αὐτοῖς, ἔπειτα καὶ τοῖς ἐγγυτάτω γένει τῆς τοιαύτης μεθόδου πεφυκόσιν.

Θεαίτητος
ὀρθῶς.

Ξένος
οὐκοῦν τότε μὲν ἠρχόμεθα ποιητικὴν καὶ κτητικὴν τέχνην διαιρούμενοι;

Θεαίτητος
ναί.

Ξένος
καὶ τῆς κτητικῆς ἐν θηρευτικῇ καὶ ἀγωνίᾳ καὶ ἐμπορικῇ καί τισιν ἐν τοιούτοις εἴδεσιν ἐφαντάζεθ᾽ ἡμῖν;

Θεαίτητος
πάνυ μὲν οὖν.

Ξένος
νῦν δέ γ᾽ ἐπειδὴ μιμητικὴ περιείληφεν αὐτὸν τέχνη, δῆλον ὡς αὐτὴν τὴν ποιητικὴν δίχα διαιρετέον πρώτην. [265β] γάρ που μίμησις ποίησίς τίς ἐστιν, εἰδώλων μέντοι, φαμέν, ἀλλ᾽ οὐκ αὐτῶν ἑκάστων: γάρ;

Θεαίτητος
παντάπασι μὲν οὖν.

Ξένος
ποιητικῆς δὴ πρῶτον δύ᾽ ἔστω μέρη.

Θεαίτητος
ποίω;

Ξένος
τὸ μὲν θεῖον, τὸ δ᾽ ἀνθρώπινον.

Θεαίτητος
οὔπω μεμάθηκα.

Ξένος
ποιητικήν, εἴπερ μεμνήμεθα τὰ κατ᾽ ἀρχὰς λεχθέντα, πᾶσαν ἔφαμεν εἶναι δύναμιν ἥτις ἂν αἰτία γίγνηται τοῖς μὴ πρότερον οὖσιν ὕστερον γίγνεσθαι.

Θεαίτητος
μεμνήμεθα. [265ξ]

Ξένος
ζῷα δὴ πάντα θνητά, καὶ δὴ καὶ φυτὰ ὅσα τ᾽ ἐπὶ γῆς ἐκ σπερμάτων καὶ ῥιζῶν φύεται, καὶ ὅσα ἄψυχα ἐν γῇ συνίσταται σώματα τηκτὰ καὶ ἄτηκτα, μῶν ἄλλου τινὸς θεοῦ δημιουργοῦντος φήσομεν ὕστερον γίγνεσθαι πρότερον οὐκ ὄντα; τῷ τῶν πολλῶν δόγματι καὶ ῥήματι χρώμενοι

Θεαίτητος
ποίῳ τῳ;

Ξένος
τὴν φύσιν αὐτὰ γεννᾶν ἀπό τινος αἰτίας αὐτομάτης καὶ ἄνευ διανοίας φυούσης, μετὰ λόγου τε καὶ ἐπιστήμης θείας ἀπὸ θεοῦ γιγνομένης; [265δ]

Θεαίτητος
ἐγὼ μὲν ἴσως διὰ τὴν ἡλικίαν πολλάκις ἀμφότερα μεταδοξάζω: νῦν μὴν βλέπων εἰς σὲ καὶ ὑπολαμβάνων οἴεσθαί σε κατά γε θεὸν αὐτὰ γίγνεσθαι, ταύτῃ καὶ αὐτὸς νενόμικα.

Ξένος
καλῶς γε, Θεαίτητε. καὶ εἰ μέν γέ σε ἡγούμεθα τῶν εἰς τὸν ἔπειτ᾽ ἂν χρόνον ἄλλως πως δοξαζόντων εἶναι, νῦν ἂν τῷ λόγῳ μετὰ πειθοῦς ἀναγκαίας ἐπεχειροῦμεν ποιεῖν ὁμολογεῖν: ἐπειδὴ δέ σου καταμανθάνω τὴν φύσιν, ὅτι καὶ [265ε] ἄνευ τῶν παρ᾽ ἡμῶν λόγων αὐτὴ πρόσεισιν ἐφ᾽ ἅπερ νῦν ἕλκεσθαι φῄς, ἐάσω: χρόνος γὰρ ἐκ περιττοῦ γίγνοιτ᾽ ἄν. ἀλλὰ θήσω τὰ μὲν φύσει λεγόμενα ποιεῖσθαι θείᾳ τέχνῃ, τὰ δ᾽ ἐκ τούτων ὑπ᾽ ἀνθρώπων συνιστάμενα ἀνθρωπίνῃ, καὶ κατὰ τοῦτον δὴ τὸν λόγον δύο ποιητικῆς γένη, τὸ μὲν ἀνθρώπινον εἶναι, τὸ δὲ θεῖον.

Θεαίτητος
ὀρθῶς.

Ξένος
τέμνε δὴ δυοῖν οὔσαιν δίχα ἑκατέραν αὖθις.

Θεαίτητος
πῶς;


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1921)
hide References (1 total)
  • Commentary references to this page (1):
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO PAN
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: