[48β]
Σωκράτης
παντάπασι γὰρ οὐ ῥᾴδιον, ὦ Πρώταρχε, ἐν τούτῳ συννοεῖν τὸ τοιοῦτον ἑκάστοτε πάθος.Πρώταρχος
οὔκουν ὥς γ᾽ ἔοικεν ἐμοί.Σωκράτης
λάβωμέν γε μὴν αὐτὸ τοσούτῳ μᾶλλον ὅσῳ σκοτεινότερόν ἐστιν, ἵνα καὶ ἐν ἄλλοις ῥᾷον καταμαθεῖν τις οἷός τ᾽ ᾖ μεῖξιν λύπης τε καὶ ἡδονῆς.Πρώταρχος
λέγοις ἄν.Σωκράτης
τό τοι νυνδὴ ῥηθὲν ὄνομα φθόνου πότερα λύπην τινὰ ψυχῆς θήσεις, ἢ πῶς;Πρώταρχος
οὕτως.Σωκράτης
ἀλλὰ μὴν ὁ φθονῶν γε ἐπὶ κακοῖς τοῖς τῶν πέλας ἡδόμενος ἀναφανήσεται.