[294α]
πάντ᾽ ἄρα, ἔφην ἐγώ, ἐπίστασθον, ἐπειδήπερ καὶ ὁτιοῦν;πάντ᾽, ἔφη: καὶ σύ γε πρός, εἴπερ καὶ ἓν ἐπίστασαι, πάντα ἐπίστασαι.ὦ Ζεῦ, ἔφην ἐγώ, ὡς θαυμαστὸν λέγεις καὶ ἀγαθὸν μέγα πεφάνθαι. μῶν καὶ οἱ ἄλλοι πάντες ἄνθρωποι πάντ᾽ ἐπίστανται, ἢ οὐδέν;οὐ γὰρ δήπου, ἔφη, τὰ μὲν ἐπίστανται, τὰ δ᾽ οὐκ ἐπίστανται, καὶ εἰσὶν ἅμα ἐπιστήμονές τε καὶ ἀνεπιστήμονες.ἀλλὰ τί; ἦν δ᾽ ἐγώ.πάντες, ἦ δ᾽ ὅς, πάντα ἐπίστανται, εἴπερ καὶ ἕν.
This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.