[298δ]
πάντων, ἔφη.ἦ καὶ μήτηρ ἡ μήτηρ;καὶ ἡ μήτηρ γε.καὶ τῶν ἐχίνων ἄρα, ἔφη, ἡ σὴ μήτηρ μήτηρ ἐστὶ τῶν θαλαττίων.καὶ ἡ σή γ᾽, ἔφη.καὶ σὺ ἄρα ἀδελφὸς εἶ τῶν κωβιῶν καὶ κυναρίων καὶ χοιριδίων.καὶ γὰρ σύ, ἔφη.κάπρος ἄρα σοι πατήρ ἐστι καὶ κύων.καὶ γὰρ σοί, ἔφη.αὐτίκα δέ γε, ἦ δ᾽ ὃς ὁ Διονυσόδωρος, ἄν μοι ἀποκρίνῃ, ὦ Κτήσιππε, ὁμολογήσεις ταῦτα. εἰπὲ γάρ μοι, ἔστι σοι κύων;καὶ μάλα πονηρός, ἔφη ὁ Κτήσιππος.ἔστιν οὖν
This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.