[505α]
Καλλίκλης
ἔστω.Σωκράτης
οὐ γὰρ οἶμαι λυσιτελεῖ μετὰ μοχθηρίας σώματος ζῆν ἀνθρώπῳ: ἀνάγκη γὰρ οὕτω καὶ ζῆν μοχθηρῶς. ἢ οὐχ οὕτως;Καλλίκλης
ναί.Σωκράτης
οὐκοῦν καὶ τὰς ἐπιθυμίας ἀποπιμπλάναι, οἷον πεινῶντα φαγεῖν ὅσον βούλεται ἢ διψῶντα πιεῖν, ὑγιαίνοντα μὲν ἐῶσιν οἱ ἰατροὶ ὡς τὰ πολλά, κάμνοντα δὲ ὡς ἔπος εἰπεῖν οὐδέποτ᾽ ἐῶσιν ἐμπίμπλασθαι ὧν ἐπιθυμεῖ; συγχωρεῖς τοῦτό γε καὶ σύ;Καλλίκλης
ἔγωγε.