previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[521α]

Καλλίκλης
ἔστιν.

Σωκράτης
ἐπὶ ποτέραν οὖν με παρακαλεῖς τὴν θεραπείαν τῆς πόλεως, διόρισόν μοι: τὴν τοῦ διαμάχεσθαι Ἀθηναίοις ὅπως ὡς βέλτιστοι ἔσονται, ὡς ἰατρόν, ὡς διακονήσοντα καὶ πρὸς χάριν ὁμιλήσοντα; τἀληθῆ μοι εἰπέ, Καλλίκλεις: δίκαιος γὰρ εἶ, ὥσπερ ἤρξω παρρησιάζεσθαι πρὸς ἐμέ, διατελεῖν νοεῖς λέγων. καὶ νῦν εὖ καὶ γενναίως εἰπέ.

Καλλίκλης
λέγω τοίνυν ὅτι ὡς διακονήσοντα. [521β]

Σωκράτης
κολακεύσοντα ἄρα με, γενναιότατε, παρακαλεῖς.

Καλλίκλης
εἴ σοι Μυσόν γε ἥδιον καλεῖν, Σώκρατες: ὡς εἰ μὴ ταῦτά γε ποιήσεις

Σωκράτης
μὴ εἴπῃς πολλάκις εἴρηκας, ὅτι ἀποκτενεῖ με βουλόμενος, ἵνα μὴ αὖ καὶ ἐγὼ εἴπω, ὅτι Πονηρός γε ὢν ἀγαθὸν ὄντα: μηδ᾽ ὅτι ἀφαιρήσεται ἐάν τι ἔχω, ἵνα μὴ αὖ ἐγὼ εἴπω ὅτι ἀλλ᾽ ἀφελόμενος οὐχ ἕξει ὅτι χρήσεται αὐτοῖς, ἀλλ᾽ ὥσπερ με ἀδίκως ἀφείλετο, οὕτως καὶ [521ξ] λαβὼν ἀδίκως χρήσεται, εἰ δὲ ἀδίκως, αἰσχρῶς, εἰ δὲ αἰσχρῶς, κακῶς.

Καλλίκλης
ὥς μοι δοκεῖς, Σώκρατες, πιστεύειν μηδ᾽ ἂν ἓν τούτων παθεῖν, ὡς οἰκῶν ἐκποδὼν καὶ οὐκ ἂν εἰσαχθεὶς εἰς δικαστήριον ὑπὸ πάνυ ἴσως μοχθηροῦ ἀνθρώπου καὶ φαύλου.

Σωκράτης
ἀνόητος ἄρα εἰμί, Καλλίκλεις, ὡς ἀληθῶς, εἰ μὴ οἴομαι ἐν τῇδε τῇ πόλει ὁντινοῦν ἂν ὅτι τύχοι, τοῦτο παθεῖν. τόδε μέντοι εὖ οἶδ᾽ ὅτι, ἐάνπερ εἰσίω εἰς δικαστήριον περὶ [521δ] τούτων τινὸς κινδυνεύων, σὺ λέγεις, πονηρός τίς μ᾽ ἔσται εἰσάγωνοὐδεὶς γὰρ ἂν χρηστὸς μὴ ἀδικοῦντ᾽ ἄνθρωπον εἰσαγάγοικαὶ οὐδέν γε ἄτοπον εἰ ἀποθάνοιμι. βούλει σοι εἴπω δι᾽ ὅτι ταῦτα προσδοκῶ;

Καλλίκλης
πάνυ γε.

Σωκράτης
οἶμαι μετ᾽ ὀλίγων Ἀθηναίων, ἵνα μὴ εἴπω μόνος, ἐπιχειρεῖν τῇ ὡς ἀληθῶς πολιτικῇ τέχνῃ καὶ πράττειν τὰ πολιτικὰ μόνος τῶν νῦν: ἅτε οὖν οὐ πρὸς χάριν λέγων τοὺς λόγους οὓς λέγω ἑκάστοτε, ἀλλὰ πρὸς τὸ βέλτιστον, οὐ πρὸς [521ε] τὸ ἥδιστον, καὶ οὐκ ἐθέλων ποιεῖν σὺ παραινεῖς, τὰ κομψὰ ταῦτα, οὐχ ἕξω ὅτι λέγω ἐν τῷ δικαστηρίῳ. αὐτὸς δέ μοι ἥκει λόγος ὅνπερ πρὸς Πῶλον ἔλεγον: κρινοῦμαι γὰρ ὡς ἐν παιδίοις ἰατρὸς ἂν κρίνοιτο κατηγοροῦντος ὀψοποιοῦ. σκόπει γάρ, τί ἂν ἀπολογοῖτο τοιοῦτος ἄνθρωπος ἐν τούτοις ληφθείς, εἰ αὐτοῦ κατηγοροῖ τις λέγων ὅτι παῖδες, πολλὰ ὑμᾶς καὶ κακὰ ὅδε εἴργασται ἀνὴρ καὶ αὐτούς, καὶ τοὺς νεωτάτους ὑμῶν διαφθείρει τέμνων τε καὶ κάων, καὶ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.4.2
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: