[373α]
γάρ τοι μεῖζόν με ἀγαθὸν ἐργάσῃ ἀμαθίας παύσας τὴν ψυχὴν ἢ νόσου τὸ σῶμα. μακρὸν μὲν οὖν λόγον εἰ 'θέλεις λέγειν, προλέγω σοι ὅτι οὐκ ἄν με ἰάσαιο—οὐ γὰρ ἂν ἀκολουθήσαιμι —ὥσπερ δὲ ἄρτι εἰ 'θέλεις μοι ἀποκρίνεσθαι, πάνυ ὀνήσεις, οἶμαι δὲ οὐδ᾽ αὐτὸν σὲ βλαβήσεσθαι. δικαίως δ᾽ ἂν καὶ σὲ παρακαλοίην, ὦ παῖ Ἀπημάντου: σὺ γάρ με ἐπῆρας Ἱππίᾳ διαλέγεσθαι, καὶ νῦν, ἐὰν μή μοι ἐθέλῃ Ἱππίας ἀποκρίνεσθαι, δέου αὐτοῦ ὑπὲρ ἐμοῦ.Εὔδικος
ἀλλ᾽, ὦ Σώκρατες, οἶμαι οὐδὲν δεήσεσθαι Ἱππίαν
ἀλλ᾽, ὦ Σώκρατες, οἶμαι οὐδὲν δεήσεσθαι Ἱππίαν