previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[535α] ποιητοῦ τὸ κάλλιστον μέλος ᾖσεν: οὐ δοκῶ σοι ἀληθῆ λέγειν, Ἴων;

Ἴων
ναὶ μὰ τὸν Δία, ἔμοιγε: ἅπτει γάρ πώς μου τοῖς λόγοις τῆς ψυχῆς, Σώκρατες, καί μοι δοκοῦσι θείᾳ μοίρᾳ ἡμῖν παρὰ τῶν θεῶν ταῦτα οἱ ἀγαθοὶ ποιηταὶ ἑρμηνεύειν.

Σωκράτης
οὐκοῦν ὑμεῖς αὖ οἱ ῥαψῳδοὶ τὰ τῶν ποιητῶν ἑρμηνεύετε;

Ἴων
καὶ τοῦτο ἀληθὲς λέγεις.

Σωκράτης
οὐκοῦν ἑρμηνέων ἑρμηνῆς γίγνεσθε;

Ἴων
παντάπασί γε. [535β]

Σωκράτης
ἔχε δή μοι τόδε εἰπέ, Ἴων, καὶ μὴ ἀποκρύψῃ ὅτι ἄν σε ἔρωμαι: ὅταν εὖ εἴπῃς ἔπη καὶ ἐκπλήξῃς μάλιστα τοὺς θεωμένους, τὸν Ὀδυσσέα ὅταν ἐπὶ τὸν οὐδὸν ἐφαλλόμενον ᾁδῃς, ἐκφανῆ γιγνόμενον τοῖς μνηστῆρσι καὶ ἐκχέοντα τοὺς ὀιστοὺς πρὸ τῶν ποδῶν, Ἀχιλλέα ἐπὶ τὸν Ἕκτορα ὁρμῶντα, καὶ τῶν περὶ Ἀνδρομάχην ἐλεινῶν τι περὶ Ἑκάβην περὶ Πρίαμον, τότε πότερον ἔμφρων εἶ ἔξω [535ξ] σαυτοῦ γίγνῃ καὶ παρὰ τοῖς πράγμασιν οἴεταί σου εἶναι ψυχὴ οἷς λέγεις ἐνθουσιάζουσα, ἐν Ἰθάκῃ οὖσιν ἐν Τροίᾳ ὅπως ἂν καὶ τὰ ἔπη ἔχῃ;

Ἴων
ὡς ἐναργές μοι τοῦτο, Σώκρατες, τὸ τεκμήριον εἶπες: οὐ γάρ σε ἀποκρυψάμενος ἐρῶ. ἐγὼ γὰρ ὅταν ἐλεινόν τι λέγω, δακρύων ἐμπίμπλανταί μου οἱ ὀφθαλμοί: ὅταν τε φοβερὸν δεινόν, ὀρθαὶ αἱ τρίχες ἵστανται ὑπὸ φόβου καὶ καρδία πηδᾷ. [535δ]

Σωκράτης
τί οὖν; φῶμεν, Ἴων, ἔμφρονα εἶναι τότε τοῦτον τὸν ἄνθρωπον, ὃς ἂν κεκοσμημένος ἐσθῆτι ποικίλῃ καὶ χρυσοῖσι στεφάνοις κλάῃ τ᾽ ἐν θυσίαις καὶ ἑορταῖς, μηδὲν ἀπολωλεκὼς τούτων, φοβῆται πλέον ἐν δισμυρίοις ἀνθρώποις ἑστηκὼς φιλίοις, μηδενὸς ἀποδύοντος μηδὲ ἀδικοῦντος;

Ἴων
οὐ μὰ τὸν Δία, οὐ πάνυ, Σώκρατες, ὥς γε τἀληθὲς εἰρῆσθαι.

Σωκράτης
οἶσθα οὖν ὅτι καὶ τῶν θεατῶν τοὺς πολλοὺς ταὐτὰ ταῦτα ὑμεῖς ἐργάζεσθε; [535ε]

Ἴων
καὶ μάλα καλῶς οἶδα: καθορῶ γὰρ ἑκάστοτε αὐτοὺς ἄνωθεν ἀπὸ τοῦ βήματος κλάοντάς τε καὶ δεινὸν ἐμβλέποντας καὶ συνθαμβοῦντας τοῖς λεγομένοις. δεῖ γάρ με καὶ σφόδρ᾽ αὐτοῖς τὸν νοῦν προσέχειν: ὡς ἐὰν μὲν κλάοντας αὐτοὺς καθίσω, αὐτὸς γελάσομαι ἀργύριον λαμβάνων, ἐὰν δὲ γελῶντας, αὐτὸς κλαύσομαι ἀργύριον ἀπολλύς.

Σωκράτης
οἶσθα οὖν ὅτι οὗτός ἐστιν θεατὴς τῶν δακτυλίων ἔσχατος, ὧν ἐγὼ ἔλεγον ὑπὸ τῆς Ἡρακλειώτιδος λίθου ἀπ᾽ ἀλλήλων τὴν δύναμιν λαμβάνειν; δὲ μέσος σὺ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1925)
hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 995
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: