previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[332α] ἀποδιδόναι. καίτοι γε ὀφειλόμενόν πού ἐστιν τοῦτο παρακατέθετο: γάρ;

ναί.

ἀποδοτέον δέ γε οὐδ᾽ ὁπωστιοῦν τότε ὁπότε τις μὴ σωφρόνως ἀπαιτοῖ;

ἀληθῆ, δ᾽ ὅς.

ἄλλο δή τι τὸ τοιοῦτον, ὡς ἔοικεν, λέγει Σιμωνίδης τὸ τὰ ὀφειλόμενα δίκαιον εἶναι ἀποδιδόναι.

ἄλλο μέντοι νὴ Δί᾽, ἔφη: τοῖς γὰρ φίλοις οἴεται ὀφείλειν τοὺς φίλους ἀγαθὸν μέν τι δρᾶν, κακὸν δὲ μηδέν.

μανθάνω, ἦν δ᾽ ἐγώὅτι οὐ τὰ ὀφειλόμενα ἀποδίδωσιν ὃς ἄν τῳ χρυσίον ἀποδῷ παρακαταθεμένῳ, ἐάνπερ ἀπόδοσις [332β] καὶ λῆψις βλαβερὰ γίγνηται, φίλοι δὲ ὦσιν τε ἀπολαμβάνων καὶ ἀποδιδούςοὐχ οὕτω λέγειν φῂς τὸν Σιμωνίδην;

πάνυ μὲν οὖν.

τί δέ; τοῖς ἐχθροῖς ἀποδοτέον ὅτι ἂν τύχῃ ὀφειλόμενον;

παντάπασι μὲν οὖν, ἔφη, γε ὀφείλεται αὐτοῖς, ὀφείλεται δέ γε οἶμαι παρά γε τοῦ ἐχθροῦ τῷ ἐχθρῷ ὅπερ καὶ προσήκει, κακόν τι.

ἠινίξατο ἄρα, ἦν δ᾽ ἐγώ, ὡς ἔοικεν, Σιμωνίδης ποιητικῶς [332ξ] τὸ δίκαιον εἴη. διενοεῖτο μὲν γάρ, ὡς φαίνεται, ὅτι τοῦτ᾽ εἴη δίκαιον, τὸ προσῆκον ἑκάστῳ ἀποδιδόναι, τοῦτο δὲ ὠνόμασεν ὀφειλόμενον.

ἀλλὰ τί οἴει; ἔφη.

πρὸς Διός, ἦν δ᾽ ἐγώ, εἰ οὖν τις αὐτὸν ἤρετο: ‘ Σιμωνίδη, τίσιν οὖν τί ἀποδιδοῦσα ὀφειλόμενον καὶ προσῆκον τέχνη ἰατρικὴ καλεῖται;’ τί ἂν οἴει ἡμῖν αὐτὸν ἀποκρίνασθαι;

δῆλον ὅτι, ἔφη, σώμασιν φάρμακά τε καὶ σιτία καὶ ποτά.

δὲ τίσιν τί ἀποδιδοῦσα ὀφειλόμενον καὶ προσῆκον τέχνη μαγειρικὴ καλεῖται; [332δ]

τοῖς ὄψοις τὰ ἡδύσματα.

εἶεν: οὖν δὴ τίσιν τί ἀποδιδοῦσα τέχνη δικαιοσύνη ἂν καλοῖτο;

εἰ μέν τι, ἔφη, δεῖ ἀκολουθεῖν, Σώκρατες, τοῖς ἔμπροσθεν εἰρημένοις, τοῖς φίλοις τε καὶ ἐχθροῖς ὠφελίας τε καὶ βλάβας ἀποδιδοῦσα.

τὸ τοὺς φίλους ἄρα εὖ ποιεῖν καὶ τοὺς ἐχθροὺς κακῶς δικαιοσύνην λέγει;

δοκεῖ μοι.

τίς οὖν δυνατώτατος κάμνοντας φίλους εὖ ποιεῖν καὶ ἐχθροὺς κακῶς πρὸς νόσον καὶ ὑγίειαν;

ἰατρός. [332ε]

τίς δὲ πλέοντας πρὸς τὸν τῆς θαλάττης κίνδυνον;

κυβερνήτης.

τί δὲ δίκαιος; ἐν τίνι πράξει καὶ πρὸς τί ἔργον δυνατώτατος φίλους ὠφελεῖν καὶ ἐχθροὺς βλάπτειν;

ἐν τῷ προσπολεμεῖν καὶ ἐν τῷ συμμαχεῖν, ἔμοιγε δοκεῖ.

εἶεν: μὴ κάμνουσί γε μήν, φίλε Πολέμαρχε, ἰατρὸς ἄχρηστος.

ἀληθῆ.

καὶ μὴ πλέουσι δὴ κυβερνήτης.

ναί.

ἆρα καὶ τοῖς μὴ πολεμοῦσιν δίκαιος ἄχρηστος;

οὐ πάνυ μοι δοκεῖ τοῦτο.

χρήσιμον ἄρα καὶ ἐν εἰρήνῃ δικαιοσύνη;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: