previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[676α]

Ἀθηναῖος
ταῦτα μὲν οὖν δὴ ταύτῃ: πολιτείας δὲ ποτὲ φῶμεν γεγονέναι; μῶν οὐκ ἐνθένδε τις ἂν αὐτὴν ῥᾷστά τε καὶ κάλλιστα κατίδοι;

Κλεινίας
πόθεν;

Ἀθηναῖος
ὅθενπερ καὶ τὴν τῶν πόλεων ἐπίδοσιν εἰς ἀρετὴν μεταβαίνουσαν ἅμα καὶ κακίαν ἑκάστοτε θεατέον.

Κλεινίας
λέγεις δὲ πόθεν;

Ἀθηναῖος
οἶμαι μὲν ἀπὸ χρόνου μήκους τε καὶ ἀπειρίας καὶ [676β] τῶν μεταβολῶν ἐν τῷ τοιούτῳ.

Κλεινίας
πῶς λέγεις;

Ἀθηναῖος
φέρε, ἀφ᾽ οὗ πόλεις τ᾽ εἰσὶν καὶ ἄνθρωποι πολιτευόμενοι, δοκεῖς ἄν ποτε κατανοῆσαι χρόνου πλῆθος ὅσον γέγονεν;

Κλεινίας
οὔκουν ῥᾴδιόν γε οὐδαμῶς.

Ἀθηναῖος
τὸ δέ γε ὡς ἄπλετόν τι καὶ ἀμήχανον ἂν εἴη;

Κλεινίας
πάνυ μὲν οὖν τοῦτό γε.

Ἀθηναῖος
μῶν οὖν οὐ μυρίαι μὲν ἐπὶ μυρίαις ἡμῖν γεγόνασι πόλεις ἐν τούτῳ τῷ χρόνῳ, κατὰ τὸν αὐτὸν δὲ τοῦ πλήθους [676ξ] λόγον οὐκ ἐλάττους ἐφθαρμέναι; πεπολιτευμέναι δ᾽ αὖ πάσας πολιτείας πολλάκις ἑκασταχοῦ; καὶ τοτὲ μὲν ἐξ ἐλαττόνων μείζους, τοτὲ δ᾽ ἐκ μειζόνων ἐλάττους, καὶ χείρους ἐκ βελτιόνων γεγόνασι καὶ βελτίους ἐκ χειρόνων;

Κλεινίας
ἀναγκαῖον.

Ἀθηναῖος
ταύτης δὴ πέρι λάβωμεν, εἰ δυναίμεθα, τῆς μεταβολῆς τὴν αἰτίαν: τάχα γὰρ ἂν ἴσως δείξειεν ἡμῖν τὴν πρώτην τῶν πολιτειῶν γένεσιν καὶ μετάβασιν.

Κλεινίας
εὖ λέγεις, καὶ προθυμεῖσθαι δεῖ, σὲ μὲν διανοῇ περὶ αὐτῶν ἀποφαινόμενον, ἡμᾶς δὲ συνεπομένους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: