previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

32.

τοῦτον δὲ τὸν τρόπον ἐν τῇ φυγῇ τῶν βαρβάρων σχισθέντων, ὁμοίως καὶ τὸ τῶν Ἑλλήνων πλῆθος διεμερίσθη: Ἀθηναῖοι μὲν γὰρ καὶ Πλαταιεῖς καὶ Θεσπιεῖς τοὺς ἐπὶ Θηβῶν ὁρμήσαντας ἐδίωξαν, Κορίνθιοι δὲ καὶ Σικυώνιοι καὶ Φλιάσιοι καί τινες ἕτεροι τοῖς μετὰ Ἀρταβάζου φεύγουσιν ἐπηκολούθησαν, Λακεδαιμόνιοι δὲ μετὰ τῶν λοιπῶν τοὺς εἰς τὸ ξύλινον τεῖχος καταφυγόντας διώξαντες ἐπόρθησαν προθύμως. [2] οἱ δὲ Θηβαῖοι δεξάμενοι τοὺς φεύγοντας καὶ προσαναλαβόντες ἐπέθεντο τοῖς διώκουσιν Ἀθηναίοις: γενομένης δὲ πρὸ τῶν τειχῶν καρτερᾶς μάχης, καὶ τῶν Θηβαίων λαμπρῶς ἀγωνισαμένων, ἔπεσον μὲν οὐκ ὀλίγοι παρ᾽ ἀμφοτέροις, τὸ δὲ τελευταῖον βιασθέντες ὑπὸ τῶν Ἀθηναίων, συνέφυγον πάλιν εἰς τὰς Θήβας. [3] μετὰ δὲ ταῦτα οἱ μὲν Ἀθηναῖοι πρὸς τοὺς Λακεδαιμονίους ἀποχωρήσαντες, μετὰ τούτων ἐτειχομάχουν πρὸς τοὺς καταφυγόντας εἰς τὴν παρεμβολὴν τῶν Περσῶν: μεγάλου δὲ ἀγῶνος ἐξ ἀμφοτέρων γενομένου, καὶ τῶν μὲν βαρβάρων ἐκ τόπων ὠχυρωμένων καλῶς ἀγωνισαμένων, τῶν δ᾽ Ἑλλήνων βίαν προσαγόντων τοῖς ξυλίνοις τείχεσι, πολλοὶ μὲν παραβόλως ἀγωνιζόμενοι κατετιτρώσκοντο, οὐκ ὀλίγοι δὲ καὶ τῷ πλήθει τῶν βελῶν διαφθειρόμενοι τὸν θάνατον εὐψύχως ὑπέμενον. [4] οὐ μήν γε τὴν ὁρμὴν καὶ βίαν τῶν Ἑλλήνων ἔστεγεν οὔτε τὸ κατεσκευασμένον τεῖχος οὔτε τὸ πλῆθος τῶν βαρβάρων, ἀλλ᾽ ἅπαν τὸ ἀντιτεταγμένον ὑπείκειν ἠναγκάζετο: ἡμιλλῶντο γὰρ πρὸς ἀλλήλους οἱ τῆς Ἑλλάδος ἡγούμενοι Λακεδαιμόνιοι καὶ Ἀθηναῖοι, μεμετεωρισμένοι μὲν ταῖς προγεγενημέναις νίκαις, πεποιθότες δὲ ταῖς ἑαυτῶν ἀρεταῖς. [5] τέλος δὲ κατὰ κράτος ἁλόντες οἱ βάρβαροι, δεόμενοι ζωγρεῖν οὐδενὸς ἐτύγχανον ἐλέου. γὰρ στρατηγὸς τῶν Ἑλλήνων Παυσανίας ὁρῶν τοῖς πλήθεσιν ὑπερέχοντας τοὺς βαρβάρους, εὐλαβεῖτο μή τι παράλογον γένηται, πολλαπλασίων ὄντων τῶν βαρβάρων: διὸ καὶ παραγγείλαντος αὐτοῦ μηδένα ζωγρεῖν, ταχὺ πλῆθος ἄπιστον νεκρῶν ἐγένετο. τέλος δὲ οἱ Ἕλληνες ὑπὲρ τὰς δέκα μυριάδας τῶν βαρβάρων κατακόψαντες μόγις ἐπαύσαντο τοῦ κτείνειν τοὺς πολεμίους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (3 total)
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), LIBER
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: