previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

86.

ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησιν Ἀρίστωνος Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Κόιντον Φάβιον Οὐιβουλανὸν καὶ Λεύκιον Κορνήλιον Κουριτῖνον. ἐπὶ δὲ τούτων Ἀθηναίοις καὶ Πελοποννησίοις πενταετεῖς ἐγένοντο σπονδαί, Κίμωνος τοῦ Ἀθηναίου συνθεμένου ταύτας. [2] κατὰ δὲ τὴν Σικελίαν Ἐγεσταίοις καὶ Λιλυβαίταις ἐνέστη πόλεμος περὶ χώρας τῆς πρὸς τῷ Μαζάρῳ ποταμῷ: γενομένης δὲ μάχης ἰσχυρᾶς συνέβη πολλοὺς παρ᾽ ἀμφοτέροις ἀναιρεθῆναι καὶ τῆς φιλοτιμίας μὴ λῆξαι τὰς πόλεις. [3] μετὰ δὲ τὴν πολιτογραφίαν τὴν ἐν ταῖς πόλεσι γενομένην καὶ τὸν ἀναδασμὸν τῆς χώρας, πολλῶν εἰκῇ καὶ ὡς ἔτυχε πεπολιτογραφημένων, ἐνόσουν αἱ πόλεις καὶ πάλιν εἰς πολιτικὰς στάσεις καὶ ταραχὰς ἐνέπιπτον: μάλιστα δὲ τὸ κακὸν ἐπεπόλασεν ἐν ταῖς Συρακούσαις. [4] Τυνδαρίδης γάρ τις τοὔνομα, θράσους καὶ τόλμης γέμων ἄνθρωπος, τὸ μὲν πρῶτον πολλοὺς τῶν πενήτων ἀνελάμβανε, καὶ σωματοποιῶν τούτους ἑαυτῷ πρὸς τυραννίδα ἑτοίμους ἐποίει δορυφόρους. μετὰ δὲ ταῦτα ἤδη φανερὸς ὢν ὅτι δυναστείας ὀρέγεται, θανάτου κρίσιν ὑποσχὼν κατεδικάσθη. [5] ἀπαγομένου δὲ εἰς τὸ δεσμωτήριον οἱ πολυωρηθέντες ὑπ᾽ αὐτοῦ συνεστράφησαν καὶ τοῖς ἀπάγουσι τὰς χεῖρας ἐπέφερον. ταραχῆς δὲ γενομένης κατὰ τὴν πόλιν, συνεστράφησαν οἱ χαριέστατοι τῶν πολιτῶν, καὶ τοὺς νεωτερίσαντας συναρπάσαντες ἅμα τῷ Τυνδαρίδῃ ἀνεῖλον. πλεονάκις δὲ τούτου γινομένου, καὶ τῶν ἀνδρῶν τυραννίδος ἐπιθυμούντων, δῆμος ἐπηνέχθη μιμήσασθαι τοὺς Ἀθηναίους, καὶ νόμον θεῖναι παραπλήσιον τῷ παρ᾽ ἐκείνοις γεγραμμένῳ περὶ ὀστρακισμοῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: