previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

44. μετὰ δὲ ταῦτα Ἀθηναῖοι στρατηγὸν προχειρισάμενοι Κλεόπομπον ἐξαπέστειλαν μετὰ νεῶν τριάκοντα, προστάξαντες τήν τε Εὔβοιαν παραφυλάττειν καὶ Λοκροῖς πολεμεῖν. δ᾽ ἐκπλεύσας τήν τε παραθαλάττιον τῆς Λοκρίδος ἐδῄωσε καὶ πόλιν Θρόνιον ἐξεπολιόρκησε, τοῖς δ᾽ ἀντιταξαμένοις τῶν Λοκρῶν συνάψας μάχην ἐνίκησε περὶ πόλιν Ἀλόπην. ἔπειτα τὴν προκειμένην τῆς Λοκρίδος νῆσον, ὀνομαζομένην Ἀταλάντην, ἐπιτείχισμα τῆς Λοκρίδος κατεσκεύασε, πολεμῶν πρὸς τοὺς ἐγχωρίους. [2] Ἀθηναῖοι δ᾽ ἐγκαλοῦντες Αἰγινήταις ὡς συνηργηκόσι Λακεδαιμονίοις ἀνέστησαν αὐτοὺς ἐκ τῆς πόλεως, ἐκ δὲ τῶν πολιτῶν οἰκήτορας ἐκπέμψαντες κατεκληρούχησαν τήν τε Αἴγιναν καὶ τὴν χώραν. [3] Λακεδαιμόνιοι δὲ τοῖς ἐκπεπτωκόσιν Αἰγινήταις ἔδωκαν οἰκεῖν τὰς καλουμένας Θυρέας διὰ τὸ καὶ τοὺς Ἀθηναίους δεδωκέναι τοῖς ἐκ Μεσσήνης ἐκβληθεῖσι κατοικεῖν Ναύπακτον. Ἀθηναῖοι δὲ Περικλέα μετὰ δυνάμεως ἐξέπεμψαν πολεμήσοντα τοῖς Μεγαρεῦσιν. οὗτος δὲ πορθήσας τὴν χώραν καὶ τὰς κτήσεις αὐτῶν λυμηνάμενος μετὰ πολλῆς ὠφελείας ἐπανῆλθεν εἰς τὰς Ἀθήνας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (2 total)
  • Cross-references to this page (2):
    • Dictionary of Greek and Roman Geography (1854), ATALANTA
    • Dictionary of Greek and Roman Geography (1854), THRO´NIUM
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: