previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

77.

ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησιν Ἀστυφίλου Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Κοΐντιον καὶ Αὖλον Σεμπρώνιον, Ἠλεῖοι δ᾽ ἤγαγον Ὀλυμπιάδα ἐνενηκοστήν, καθ᾽ ἣν ἐνίκα στάδιον Ὑπέρβιος Συρακόσιος. ἐπὶ δὲ τούτων Ἀθηναῖοι μὲν κατά τινα χρησμὸν Δηλίοις ἀπέδοσαν τὴν νῆσον, καὶ κατῆλθον εἰς τὴν πατρίδα οἱ τὸ Ἀδραμύτιον οἰκοῦντες Δήλιοι. [2] τῶν δὲ Ἀθηναίων οὐκ ἀποδόντων Λακεδαιμονίοις τὴν Πύλον, πάλιν αἱ πόλεις αὗται πρὸς ἀλλήλας διεφέροντο καὶ πολεμικῶς εἶχον. δὴ πυθόμενος δῆμος τῶν Ἀργείων ἔπεισε τοὺς Ἀθηναίους φιλίαν συνθέσθαι πρὸς τοὺς Ἀργείους. [3] αὐξομένης δὲ τῆς διαφορᾶς, οἱ μὲν Λακεδαιμόνιοι τοὺς Κορινθίους ἔπεισαν ἐγκαταλιπεῖν τὴν κοινὴν σύνοδον καὶ συμμαχεῖν τοῖς Λακεδαιμονίοις. τοιαύτης δὲ ταραχῆς γενομένης καὶ ἀναρχίας οὔσης, τὰ κατὰ τὴν Πελοπόννησον ἐν τούτοις ἦν. [4] ἐν δὲ τοῖς ἐκτὸς τόποις Αἰνιᾶνες καὶ Δόλοπες καὶ Μηλιεῖς συμφρονήσαντες δυνάμεσιν ἀξιολόγοις ἐστράτευσαν ἐπὶ τὴν Ἡράκλειαν τὴν ἐν Τραχῖνι. ἀντιταχθέντων δὲ τῶν Ἡρακλεωτῶν, καὶ μάχης γενομένης ἰσχυρᾶς, ἡττήθησαν οἱ τὴν Ἡράκλειαν κατοικοῦντες. πολλοὺς δ᾽ ἀποβαλόντες στρατιώτας, καὶ συμφυγόντες ἐντὸς τῶν τειχῶν, μετεπέμψαντο βοήθειαν παρὰ τῶν Βοιωτῶν. ἀποστειλάντων δ᾽ αὐτοῖς τῶν Θηβαίων χιλίους ὁπλίτας ἐπιλέκτους, μετ᾽ αὐτῶν ἠμύνοντο τοὺς ἐπεστρατευκότας. [5] ἅμα δὲ τούτοις πραττομένοις Ὀλύνθιοι μὲν στρατεύσαντες ἐπὶ πόλιν Μηκύβερναν, φρουρουμένην ὑπ᾽ Ἀθηναίων, τὴν μὲν φρουρὰν ἐξέβαλον, αὐτοὶ δὲ τὴν πόλιν κατέσχον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), TRACHIS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: