previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

106.

ἐπεὶ δ᾽ οἱ μὲν πολέμιοι ναυμαχεῖν οὐκ ἤθελον, τὸ δὲ στρατόπεδον σιτοδεία κατεῖχε, Φιλοκλῆς ἐκείνην τὴν ἡμέραν ἀφηγούμενος τοῖς μὲν ἄλλοις τριηράρχοις προσέταξε πληρώσαντας τὰς τριήρεις ἀκολουθεῖν, αὐτὸς δ᾽ ἑτοίμας ἔχων ναῦς τριάκοντα τάχιον ἐξέπλευσεν. [2] δὲ Λύσανδρος παρά τινων αὐτομόλων ταῦτ᾽ ἀκούσας, μετὰ πασῶν τῶν νεῶν ἀναχθεὶς καὶ τὸν Φιλοκλέα τρεψάμενος πρὸς τὰς ἄλλας ναῦς κατεδίωξεν. [3] οὔπω δὲ τῶν τριήρων τοῖς Ἀθηναίοις πεπληρωμένων θόρυβος κατεῖχεν ἅπαντας διὰ τὴν ἀπροσδόκητον ἐπιφάνειαν τῶν πολεμίων. [4] δὲ Λύσανδρος συνιδὼν τὴν τῶν ἐναντίων ταραχήν, Ἐτεόνικον μὲν μετὰ τῶν εἰωθότων πεζῇ μάχεσθαι ταχέως ἀπεβίβασεν: δὲ ὀξέως τῇ τοῦ καιροῦ ῥοπῇ χρησάμενος μέρος κατελάβετο τῆς παρεμβολῆς: αὐτὸς δ᾽ Λύσανδρος ἁπάσαις ταῖς τριήρεσιν ἐξηρτυμέναις ἐπιπλεύσας, καὶ σιδηρᾶς ἐπιβαλὼν χεῖρας, ἀπέσπα τὰς ὁρμούσας ἐπὶ τῇ γῇ ναῦς. [5] Ἀθηναῖοι δὲ τὸ παράδοξον ἐκπεπληγμένοι, καὶ μήτ᾽ ἀναχθῆναι ταῖς ναυσὶν ἀναστροφὴν ἔχοντες μήτε πεζῇ διαγωνίζεσθαι δυνάμενοι, βραχὺν ἀντισχόντες χρόνον ἐτράπησαν, εὐθὺ δ᾽ οἱ μὲν τὰς ναῦς, οἱ δὲ τὴν παρεμβολὴν ἐκλιπόντες ἔφυγον, ὅπου ποθ᾽ ἕκαστος ἤλπιζε σωθήσεσθαι. [6] τῶν μὲν οὖν τριήρων δέκα μόνον διεξέπεσον, ὧν μίαν ἔχων Κόνων στρατηγὸς τὴν μὲν εἰς Ἀθήνας ἐπάνοδον ἀπέγνω φοβηθεὶς τὴν ὀργὴν τοῦ δήμου, πρὸς Εὐαγόραν δὲ τὸν ἀφηγούμενον τῆς Κύπρου κατέφυγεν, ἔχων πρὸς αὐτὸν φιλίαν: τῶν δὲ στρατιωτῶν οἱ πλεῖστοι μὲν κατὰ γῆν φυγόντες εἰς Σηστὸν διεσώθησαν. [7] Λύσανδρος δὲ τὰς λοιπὰς ναῦς παραλαβὼν αἰχμαλώτους, καὶ ζωγρήσας Φιλοκλέα τὸν στρατηγόν, ἀπαγαγὼν εἰς Λάμψακον ἀπέσφαξεν. μετὰ δὲ ταῦτ᾽ εἰς Λακεδαίμονα τοὺς τὴν νίκην ἀπαγγελοῦντας ἀπέστειλεν ἐπὶ τῆς κρατίστης τριήρους, κοσμήσας τοῖς πολυτελεστάτοις τὴν ναῦν ὅπλοις καὶ λαφύροις. [8] ἐπὶ δὲ τοὺς εἰς Σηστὸν καταφυγόντας Ἀθηναίους στρατεύσας τὴν μὲν πόλιν εἷλε, τοὺς δ᾽ Ἀθηναίους ὑποσπόνδους ἀφῆκεν. εὐθὺς δὲ τῇ δυνάμει πλεύσας ἐπὶ Σάμον αὐτὸς μὲν ταύτην ἐπολιόρκει, Γύλιππον δὲ τὸν εἰς Σικελίαν τοῖς Συρακοσίοις τῷ ναυτικῷ συμπολεμήσαντα ἀπέστειλεν εἰς Σπάρτην τά τε λάφυρα κομίζοντα καὶ μετὰ τούτων ἀργυρίου τάλαντα χίλια καὶ πεντακόσια. [9] ὄντος δὲ τοῦ χρήματος ἐν σακίοις, καὶ ταῦτ᾽ ἔχοντος ἑκάστου σκυτάλην ἔχουσαν τὴν ἐπιγραφὴν τὸ πλῆθος τοῦ χρήματος δηλοῦσαν, ταύτην ἀγνοήσας Γύλιππος τὰ μὲν σακία παρέλυσεν, ἐξελόμενος δὲ τάλαντα τριακόσια, καὶ διὰ τῆς ἐπιγραφῆς γνωσθεὶς ὑπὸ τῶν ἐφόρων, ἔφυγε καὶ κατεδικάσθη θανάτῳ. [10] παραπλησίως δὲ καὶ τὸν πατέρα τοῦ Γυλίππου Κλέαρχον συνέβη φυγεῖν ἐν τοῖς ἔμπροσθεν χρόνοις, ὅτι δόξας παρὰ Περικλέους λαβεῖν χρήματα περὶ τοῦ τὴν εἰσβολὴν εἰς τὴν Ἀττικὴν μὴ ποιήσασθαι κατεδικάσθη θανάτῳ, καὶ φυγὼν ἐν Θουρίοις τῆς Ἰταλίας διέτριβεν. οὗτοι μὲν οὖν, ἄνδρες ἱκανοὶ τἄλλα δόξαντες εἶναι, ταῦτα πράξαντες τὸν ἄλλον βίον αὐτῶν κατῄσχυναν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (11 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: