previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

39.

οὗτοι μὲν οὖν περὶ ταῦτα διέτριβον. Μίνδαρος δ᾽ τῶν Λακεδαιμονίων ναύαρχος νυκτὸς μετὰ τοῦ στόλου παντὸς ἐκπλεύσας εἰς Ἑλλήσποντον ἐκομίζετο κατὰ σπουδήν, καὶ δευτεραῖος εἰς Σίγειον κατέπλευσεν. οἱ δ᾽ Ἀθηναῖοι πυθόμενοι τὸν παράπλουν, οὐκ ἀνέμειναν ἁπάσας τὰς παρὰ τῶν συμμάχων τριήρεις, τριῶν δὲ μόνον προσγενομένων αὐτοῖς, ἐδίωκον τοὺς Λακεδαιμονίους. [2] ἐπεὶ δ᾽ ἦλθον εἰς Σίγειον, εὗρον τὸν μὲν στόλον ἐκπεπλευκότα, τρεῖς δὲ ναῦς ὑπολελειμμένας, ὧν εὐθέως ἐκυρίευσαν: καὶ μετὰ ταῦτ᾽ εἰς Ἐλεοῦντα καταπλεύσαντες τὰ περὶ τὴν ναυμαχίαν παρεσκευάζοντο. [3] Λακεδαιμόνιοι δὲ θεωροῦντες τοὺς πολεμίους τὰ πρὸς τὴν μάχην ἑτοιμαζομένους, καὶ αὐτοὶ πένθ᾽ ἡμέρας ἀναπείρας ποιούμενοι καὶ γυμνάσαντες τοὺς ἐρέτας, ἐξέταξαν τὸν στόλον εἰς ναυμαχίαν, ὄντα νεῶν δυεῖν ἐλάττω τῶν ἐνενήκοντα. οὗτοι μὲν οὖν ἐκ τοῦ πρὸς τὴν Ἀσίαν μέρους ἔστησαν τὰς ναῦς, οἱ δ᾽ Ἀθηναῖοι τὸ πρὸς τὴν Εὐρώπην ἔχοντες ἀντανήγοντο, τῷ μὲν πλήθει λειπόμενοι, ταῖς δ᾽ ἐμπειρίαις ὑπερέχοντες. [4] Λακεδαιμόνιοι μὲν οὖν ἐπὶ τοῦ δεξιοῦ κέρατος ἔταξαν τοὺς Συρακοσίους, ὧν Ἑρμοκράτης ἀφηγεῖτο, τὸ δ᾽ εὐώνυμον αὐτοὶ συνεπλήρουν Πελοποννήσιοι, Μινδάρου τὴν ἡγεμονίαν ἔχοντος. τῶν δ᾽ Ἀθηναίων ἐπὶ μὲν τὸ δεξιὸν ἐτάχθη Θράσυλλος, ἐπὶ δὲ τὸ εὐώνυμον Θρασύβουλος. καὶ τὸ μὲν πρῶτον ἔσπευδον ἀμφότεροι φιλοτιμούμενοι περὶ τοῦ τόπου, ὅπως μὴ τὸν ῥοῦν ἔχωσιν ἐναντίον. [5] διὸ καὶ πολὺν χρόνον ἀλλήλους περιέπλεον, διακλείοντες τὰ στενὰ καὶ περὶ τῆς στάσεως τοπομαχοῦντες: μεταξὺ γὰρ Ἀβύδου καὶ Σηστοῦ τῆς ναυμαχίας γινομένης συνέβαινε τὸν ῥοῦν οὐ μετρίως ἐμποδίζειν ἐν στενοῖς τόποις. οὐ μὴν ἀλλ᾽ οἱ τῶν Ἀθηναίων κυβερνῆται πολὺ ταῖς ἐμπειρίαις προέχοντες πολλὰ πρὸς τὴν νίκην συνεβάλοντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (4 total)
  • Commentary references to this page (1):
    • T. G. Tucker, Commentary on Thucydides: Book 8, 8.103
  • Cross-references to this page (2):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: