previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

48.

συνέβη δὲ περὶ τοῦτον τὸν χρόνον ἐν τῇ Κορκύρᾳ γενέσθαι μεγάλην στάσιν καὶ σφαγήν, ἣν δι᾽ ἑτέρας μὲν αἰτίας λέγεται γενέσθαι, μάλιστα δὲ διὰ τὴν ὑπάρχουσαν αὐτοῖς πρὸς ἀλλήλους ἔχθραν. [2] ἐν οὐδεμιᾷ γάρ ποτε πόλει τοιοῦτοι πολιτῶν φόνοι συνετελέσθησαν οὐδὲ μείζων ἔρις καὶ φιλονεικία πρὸς ὄλεθρον ἀνήκουσα. δοκοῦσι γὰρ οἱ μὲν ἀναιρεθέντες ὑπ᾽ ἀλλήλων πρὸ ταύτης τῆς στάσεως γεγονέναι περὶ χιλίους καὶ πεντακοσίους, καὶ πάντες οὗτοι πρωτεύοντες τῶν πολιτῶν. [3] τούτων δ᾽ ἐπιγεγενημένων τῶν ἀτυχημάτων ἑτέραν αὐτοῖς συμφορὰν ἐπέστησεν τύχη, τὴν πρὸς ἀλλήλους πάλιν αὐξήσασα διαφοράν. οἱ μὲν γὰρ προέχοντες τοῖς ἀξιώμασι τῶν Κορκυραίων ὀρεγόμενοι τῆς ὀλιγαρχίας ἐφρόνουν τὰ Λακεδαιμονίων, δὲ δημοτικὸς ὄχλος ἔσπευδε τοῖς Ἀθηναίοις συμμαχεῖν. [4] καὶ γὰρ διαφερούσας τὰς σπουδὰς εἶχον οἱ περὶ τῆς ἡγεμονίας διαγωνιζόμενοι δῆμοι: Λακεδαιμόνιοι γὰρ τοὺς πρωτεύοντας ἐν ταῖς συμμαχίσι πόλεσιν ἐποίουν ἐπὶ τῆς διοικήσεως τῶν κοινῶν, Ἀθηναῖοι δὲ δημοκρατίας ἐν ταῖς πόλεσι καθίστανον. [5] οἱ δ᾽ οὖν Κορκυραῖοι θεωροῦντες τοὺς δυνατωτάτους τῶν πολιτῶν ὄντας πρὸς τῷ τὴν πόλιν ἐγχειρίζειν Λακεδαιμονίοις, μετεπέμψαντο παρ᾽ Ἀθηναίων δύναμιν τὴν παραφυλάξουσαν τὴν πόλιν. [6] Κόνων δ᾽ στρατηγὸς τῶν Ἀθηναίων πλεύσας εἰς Κόρκυραν, ἑξακοσίους μὲν τῶν ἐκ Ναυπάκτου Μεσσηνίων κατέλιπεν ἐν τῇ πόλει, αὐτὸς δὲ μετὰ τῶν νεῶν παρέπλευσε, καὶ καθωρμίσθη πρὸς τῷ τῆς Ἥρας τεμένει. [7] οἱ δὲ ἑξακόσιοι μετὰ τῶν δημοτικῶν ὁρμήσαντες ἐπὶ τοὺς τὰ Λακεδαιμονίων φρονοῦντας ἐξαίφνης ἀγορᾶς πληθούσης οὓς μὲν συνελάμβανον, οὓς δ᾽ ἐφόνευον, πλείους δὲ τῶν χιλίων ἐφυγάδευσαν: ἐποιήσαντο δὲ τοὺς μὲν δούλους ἐλευθέρους, τοὺς δὲ ξένους πολίτας, εὐλαβούμενοι τό τε πλῆθος καὶ τὴν δύναμιν τῶν φυγάδων. [8] οἱ μὲν οὖν ἐκπεσόντες ἐκ τῆς πατρίδος εἰς τὴν καταντίον ἤπειρον ἔφυγον: μετὰ δέ τινας ἡμέρας τῶν ἐν τῇ πόλει τινες φρονοῦντες τὰ τῶν φυγάδων κατελάβοντο τὴν ἀγοράν, καὶ μεταπεμψάμενοι τοὺς φυγάδας περὶ τῶν ὅλων διηγωνίζοντο. τέλος δὲ νυκτὸς καταλαβούσης εἰς ὁμολογίας ἦλθον πρὸς ἀλλήλους, καὶ τῆς φιλονεικίας παυσάμενοι κοινῶς ᾤκουν τὴν πατρίδα. μὲν οὖν ἐν Κορκύρᾳ σφαγὴ τοιοῦτον ἔσχε τὸ τέλος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (1 total)
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), AG´ORA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: