previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

85.

οἱ δὲ Καρχηδόνιοι τὰς δυνάμεις διαβιβάσαντες εἰς τὴν Σικελίαν ἀνέζευξαν ἐπὶ τὴν πόλιν τῶν Ἀκραγαντίνων, καὶ δύο παρεμβολὰς ἐποιήσαντο, μίαν μὲν ἐπί τινων λόφων, ἐφ᾽ ὧν τούς τε Ἴβηρας καί τινας τῶν Λιβύων ἔταξαν εἰς τετρακισμυρίους: τὴν δ᾽ ἄλλην οὐκ ἄπωθεν τῆς πόλεως ποιησάμενοι τάφρῳ βαθείᾳ καὶ χάρακι περιέλαβον. [2] καὶ πρῶτον μὲν ἀπέστειλαν πρέσβεις πρὸς τοὺς Ἀκραγαντίνους, ἀξιοῦντες μάλιστα μὲν συμμαχεῖν αὐτοῖς, εἰ δὲ μή γε, ἡσυχίαν ἔχειν καὶ φίλους εἶναι Καρχηδονίοις ἐν εἰρήνῃ μένοντας: οὐ προσδεξαμένων δὲ τῶν ἐν τῇ πόλει τοὺς λόγους, εὐθὺς τὰ τῆς πολιορκίας ἐνηργεῖτο. [3] οἱ μὲν οὖν Ἀκραγαντῖνοι τοὺς ἐν ἡλικίᾳ πάντας καθώπλισαν, καὶ καταστήσαντες εἰς τάξιν τοὺς μὲν ἐπὶ τῶν τειχῶν ἔστησαν, τοὺς δὲ ἐφέδρους πρὸς τὰς τῶν καταπονουμένων διαδοχάς. συνεμάχει δ᾽ αὐτοῖς Δέξιππός τε Λακεδαιμόνιος προσφάτως ἐκ Γέλας παρὼν μετὰ ξένων χιλίων πεντακοσίων: οὗτος γὰρ κατ᾽ ἐκεῖνον τὸν χρόνον, ὡς Τίμαιός φησιν, ἐν Γέλᾳ διέτριβεν, ἔχων ἀξίωμα διὰ τὴν πατρίδα. [4] διόπερ ἠξίωσαν αὐτὸν οἱ Ἀκραγαντῖνοι μισθωσάμενον στρατιώτας ὡς πλείστους ἐλθεῖν εἰς Ἀκράγαντα: ἅμα δὲ τούτοις ἐμισθώθησαν καὶ οἱ πρότερον Ἀννίβᾳ συμμαχήσαντες Καμπανοί, περὶ ὀκτακοσίους ὄντες. οὗτοι δὲ κατέσχον τὸν ὑπὲρ τῆς πόλεως λόφον, τὸν Ἀθήναιον μὲν ὀνομαζόμενον, κατὰ δὲ τῆς πόλεως εὐφυῶς κείμενον. [5] Ἰμίλκας δὲ καὶ Ἀννίβας οἱ τῶν Καρχηδονίων στρατηγοὶ διασκεψάμενοι τὰ τείχη, καὶ καθ᾽ ἕνα τόπον θεωροῦντες εὐέφοδον οὖσαν τὴν πόλιν, δύο πύργους προσήγαγον τοῖς τείχεσιν ὑπερμεγέθεις. τὴν μὲν οὖν πρώτην ἡμέραν ἐπὶ τούτων τειχομαχήσαντες καὶ συχνοὺς ἀνελόντες ἀνεκαλέσαντο τῇ σάλπιγγι τοὺς μαχομένους: τῆς δὲ νυκτὸς ἐπιγενομένης οἱ κατὰ τὴν πόλιν ἐπεξελθόντες ἐνεπύρισαν τὰς μηχανάς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: