previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

40.

Ῥηγῖνοι δὲ Χαλκιδέων ὄντες ἄποικοι τὴν αὔξησιν τοῦ Διονυσίου χαλεπῶς ἑώρων. Ναξίους μὲν γὰρ καὶ Καταναίους συγγενεῖς ὄντας ἐξηνδραποδίσατο, τοῖς δὲ Ῥηγίνοις, γένους τοῦ αὐτοῦ μετέχουσι τοῖς ἠτυχηκόσιν, οὐ τὴν τυχοῦσαν ἀγωνίαν παρεῖχε τὸ γεγονός, πάντων εὐλαβουμένων μὴ ταῖς αὐταῖς συμφοραῖς περιπέσωσιν. [2] ἔδοξεν οὖν αὐτοῖς, πρὶν τελείως ἰσχυρὸν γενέσθαι τὸν τύραννον, στρατεύειν ἐπ᾽ αὐτὸν κατὰ τάχος. παραχρῆμα δὲ συνεβάλοντο πρὸς τὸν πόλεμον οὐκ ἐλάχιστα καὶ οἱ φυγαδευθέντες τῶν Συρακοσίων ὑπὸ Διονυσίου: τότε γὰρ οἱ πλεῖστοι διατρίβοντες ἐν Ῥηγίῳ διετέλουν περὶ τούτων διαλεγόμενοι, διδάσκοντες ὅτι συνεπιθήσονται τῷ καιρῷ πάντες οἱ Συρακόσιοι. [3] τέλος δὲ καταστήσαντες στρατηγούς, ἐξέπεμψαν μετ᾽ αὐτῶν πεζοὺς μὲν ἑξακισχιλίους, ἱππεῖς δὲ ἑξακοσίους, τριήρεις δὲ πεντήκοντα. οὗτοι δὲ διαπλεύσαντες τὸν πορθμὸν ἔπεισαν τοὺς τῶν Μεσσηνίων στρατηγοὺς κοινωνῆσαι τοῦ πολέμου, φάσκοντες δεινὸν εἶναι περιιδεῖν ἀστυγείτονας Ἑλληνίδας πόλεις ἄρδην ἀνῃρημένας ὑπὸ τοῦ τυράννου. [4] οἱ μὲν οὖν στρατηγοὶ πεισθέντες τοῖς Ῥηγίνοις ἄνευ τῆς τοῦ δήμου γνώμης ἐξήγαγον τοὺς στρατιώτας: ἦσαν δ᾽ οὗτοι πεζοὶ μὲν τετρακισχίλιοι, ἱππεῖς δὲ τετρακόσιοι, τριήρεις δὲ τριάκοντα. ἐπεὶ δὲ προῆλθον αἱ προειρημέναι δυνάμεις πρὸς τοὺς ὅρους τῆς Μεσσήνης, ἐνέπεσεν εἰς τοὺς στρατιώτας στάσις, Λαομέδοντος τοῦ Μεσσηνίου δημηγορήσαντος: [5] οὗτος γὰρ συνεβούλευε μὴ κατάρχεσθαι πολέμου πρὸς τὸν Διονύσιον μηδὲν αὐτοὺς ἠδικηκότα. οἱ μὲν οὖν τῶν Μεσσηνίων στρατιῶται, τὸν πόλεμον οὐκ ἐπικεκυρωκότος τοῦ δήμου, παραχρῆμ᾽ ἐπείσθησαν, καὶ τοὺς στρατηγοὺς καταλιπόντες ἀνέκαμψαν εἰς τὴν πατρίδα: [6] Ῥηγῖνοι δ᾽ οὐκ ὄντες ἀξιόμαχοι καθ᾽ ἑαυτούς, ἐπειδὴ τοὺς Μεσσηνίους ἑώρων διαλύοντας τὸ στρατόπεδον, καὶ αὐτοὶ ταχέως ἀνέκαμψαν εἰς Ῥήγιον. Διονύσιος δὲ τὸ μὲν πρῶτον ἐπὶ τοὺς ὅρους τῆς Συρακοσίας ἐξήγαγε τὴν δύναμιν, προσδεχόμενος τὴν τῶν πολεμίων ἔφοδον: ὡς δ᾽ ἤκουσε τὴν ἀνάζευξιν αὐτῶν, ἀπήγαγε τὴν στρατιὰν εἰς τὰς Συρακούσας: [7] διαπρεσβευσαμένων δὲ τῶν Ῥηγίνων καὶ τῶν Μεσσηνίων περὶ εἰρήνης, κρίνων συμφέρον εἶναι διαλύεσθαι τὴν ἔχθραν πρὸς τὰς πόλεις, συνέθετο τὴν εἰρήνην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: