previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

68. καίτοι γε εἴ τις βούλεται τἀκριβὲς ζητεῖν, εὑρήσει Διονύσιον οὐχ ἧττον τοῦ πολέμου τὴν εἰρήνην εὐλαβούμενον. νῦν μὲν γὰρ διὰ τὸν ἀπὸ τῶν πολεμίων φόβον νομίζει τοὺς Συρακοσίους μηθὲν ἐπιχειρήσειν κατ᾽ αὐτοῦ πρᾶξαι, καταπονηθέντων δὲ τῶν Καρχηδονίων ἀντιλήψεσθαι τῆς ἐλευθερίας, τῶν μὲν ὅπλων κυριεύοντας, διὰ δὲ τὰς πράξεις πεφρονηματισμένους. [2] διὰ τοῦτο γάρ, οἶμαι, κατὰ μὲν τὸν πρῶτον πόλεμον προδοὺς Γέλαν καὶ Καμάριναν ταύτας ἀοικήτους ἐποίησεν, ἐν δὲ ταῖς συνθήκαις ἐκδότους τὰς πλείστας, Ἑλληνίδας πόλεις συνέθετο. [3] μετὰ δὲ ταῦτ᾽ ἐν εἰρήνῃ Νάξον καὶ Κατάνην παρασπονδῶν ἐξανδραποδισάμενος ἣν μὲν κατέσκαψεν, ἣν δὲ τοῖς ἐξ Ἰταλίας Καμπανοῖς οἰκητήριον ἔδωκεν. [4] ἐπειδὴ δὲ ἐκείνων ἀπολομένων οἱ περιλειφθέντες πολλάκις ἐπεβάλοντο καταλῦσαι τὴν τυραννίδα, πάλιν τοῖς Καρχηδονίοις πόλεμον κατήγγειλεν: οὐ γὰρ οὕτως εὐλαβεῖτο λῦσαι τὰς συνθήκας παρὰ τοὺς ὅρκους, ὡς ἐφοβεῖτο τὰ περιλελειμμένα συστήματα τῶν Σικελιωτῶν. καὶ δὴ φαίνεται διὰ παντὸς ἐπηγρυπνηκὼς τῇ τούτων ἀπωλείᾳ. [5] καὶ πρῶτον μὲν περὶ Πάνορμον δυνάμενος παρατάξασθαι τοῖς πολεμίοις, ἀποβαινόντων ἐκ τῶν νεῶν καὶ τὰ σώματα κακῶς ἐχόντων διὰ τὸν σάλον, οὐκ ἠβουλήθη: μετὰ δὲ ταῦτα τὴν Μεσσήνην ἐπίκαιρον καὶ τηλικαύτην πόλιν ἀβοήθητον περιιδὼν εἴασε κατασκαφῆναι, ὅπως μὴ μόνον ὡς πλεῖστοι διαφθείρωνται τῶν Σικελιωτῶν, ἀλλὰ καὶ Καρχηδόνιοι τὰς ἐξ Ἰταλίας βοηθείας καὶ τοὺς ἐκ Πελοποννήσου στόλους ἐμφράξωσιν. [6] τὸ δὲ τελευταῖον ἐν τῷ Καταναίων αἰγιαλῷ διηγωνίσατο, παρεὶς πρὸς τῇ πόλει τὴν μάχην συστήσασθαι πρὸς τὸ τοὺς ἐλαττουμένους καταφεύγειν εἰς τοὺς οἰκείους λιμένας. μετὰ δὲ τὴν ναυμαχίαν, μεγάλων πνευμάτων ἐπιγενομένων καὶ τῶν Καρχηδονίων ἀναγκασθέντων νεωλκῆσαι τὸν στόλον, καιρὸν εἶχε τοῦ νικᾶν κάλλιστον: [7] τὸ μὲν γὰρ πεζὸν στράτευμα τῶν πολεμίων οὔπω κατηντηκὸς ἦν, τὸ δὲ μέγεθος τοῦ χειμῶνος ἐπὶ τὸν αἰγιαλὸν αὐτοῖς τὰς ναῦς ἐξέβραττεν. τότε συνεπιθεμένων ἡμῶν πεζῇ πάντων ἠναγκάσθησαν ἂν ἀποβαίνοντες ἁλίσκεσθαι ῥᾳδίως πρὸς τὰ κύματα βιαζόμενοι τὸν αἰγιαλὸν πληρῶσαι ναυαγίων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: