previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

80.

μετὰ δὲ ταῦτα Ἀγησίλαος μὲν ἐξαγαγὼν τὴν δύναμιν εἰς τὸ Καΰστρου πεδίον καὶ τὴν περὶ Σίπυλον χώραν, ἐδῄωσε τὰς τῶν ἐγχωρίων κτήσεις: Τισσαφέρνης δὲ μυρίους μὲν ἱππεῖς, πεντακισμυρίους δὲ πεζοὺς ἀθροίσας, ἐπηκολούθει τοῖς Λακεδαιμονίοις καὶ τοὺς ἀποσπωμένους τῆς τάξεως ἐν ταῖς προνομαῖς ἀνῄρει. Ἀγησίλαος δὲ εἰς πλινθίον συντάξας τοὺς στρατιώτας ἀντείχετο τῆς παρὰ τὸν Σίπυλον παρωρείας, ἐπιτηρῶν καιρὸν εὔθετον εἰς τὴν τῶν πολεμίων ἐπίθεσιν. [2] ἐπελθὼν δὲ τὴν χώραν μέχρι Σάρδεων ἔφθειρε τούς τε κήπους καὶ τὸν παράδεισον τὸν Τισσαφέρνους, φυτοῖς καὶ τοῖς ἄλλοις πολυτελῶς πεφιλοτεχνημένον εἰς τρυφὴν καὶ τὴν ἐν εἰρήνῃ τῶν ἀγαθῶν ἀπόλαυσιν. μετὰ δὲ ταῦτ᾽ ἐπιστρέψας, ὡς ἀνὰ μέσον ἐγενήθη τῶν τε Σάρδεων καὶ Θυβάρνων, ἀπέστειλε Ξενοκλέα τὸν Σπαρτιάτην μετὰ χιλίων καὶ τετρακοσίων στρατιωτῶν νυκτὸς εἴς τινα δασὺν τόπον, ὅπως ἐνεδρεύσῃ τοὺς βαρβάρους. [3] αὐτὸς δ᾽ ἅμ᾽ ἡμέρᾳ πορευόμενος μετὰ τῆς δυνάμεως, ἐπειδὴ τὴν μὲν ἐνέδραν παρήλλαξεν, οἱ δὲ βάρβαροι προσπίπτοντες ἀτάκτως τοῖς ἐπὶ τῆς οὐραγίας ἐξήπτοντο, παραδόξως ἐξαίφνης ἐπέστρεψεν ἐπὶ τοὺς Πέρσας. γενομένης δὲ καρτερᾶς μάχης, καὶ τοῦ συσσήμου τοῖς κατὰ τὴν ἐνέδραν οὖσιν ἀρθέντος, ἐκεῖνοι μὲν παιανίσαντες ἐπεφέροντο τοῖς πολεμίοις, οἱ δὲ Πέρσαι θεωροῦντες αὑτοὺς ἀπολαμβανομένους εἰς μέσον κατεπλάγησαν καὶ παραχρῆμα ἔφευγον. [4] οἱ δὲ περὶ τὸν Ἀγησίλαον μέχρι μέν τινος ἐπιδιώξαντες ἀνεῖλαν μὲν ὑπὲρ τοὺς ἑξακισχιλίους, αἰχμαλώτων δὲ πολὺ πλῆθος ἤθροισαν, τὴν δὲ παρεμβολὴν διήρπασαν, γέμουσαν πολλῶν ἀγαθῶν. [5] ἀπὸ δὲ τῆς μάχης Τισσαφέρνης μὲν εἰς Σάρδεις ἀπεχώρησε καταπεπληγμένος τὴν τόλμαν τῶν Λακεδαιμονίων, Ἀγησίλαος δ᾽ ἐπεχείρησε μὲν εἰς τὰς ἄνω σατραπείας, ἐν δὲ τοῖς ἱεροῖς οὐ δυνάμενος καλλιερῆσαι πάλιν ἀπήγαγε τὴν δύναμιν ἐπὶ θάλατταν. [6] Ἀρταξέρξης δὲ τῆς Ἀσίας βασιλεὺς τά τε ἐλαττώματα πυθόμενος καὶ κατορρωδῶν τὸν πρὸς τοὺς Ἕλληνας πόλεμον, δι᾽ ὀργῆς εἶχε τὸν Τισσαφέρνην. τοῦτον γὰρ αἴτιον τοῦ πολέμου γεγονέναι ὑπελάμβανε: καὶ ὑπὸ τῆς μητρὸς δὲ Παρυσάτιδος ἦν ἠξιωμένος τιμωρήσασθαι τὸν Τισσαφέρνην: εἶχε γὰρ αὕτη διαφόρως πρὸς αὐτὸν ἐκ τοῦ διαβεβληκέναι τὸν υἱὸν αὐτῆς Κῦρον, ὅτε τὴν ἐπὶ τὸν ἀδελφὸν στρατείαν ἐποιεῖτο. [7] καταστήσας οὖν Τιθραύστην ἡγεμόνα, τούτῳ μὲν παρήγγειλε συλλαμβάνειν Τισσαφέρνην, πρὸς δὲ τὰς πόλεις καὶ τοὺς σατράπας ἔπεμψεν ἐπιστολὰς ὅπως πάντες τούτῳ ποιῶσι τὸ προσταττόμενον. [8] δὲ Τιθραύστης παραγενόμενος εἰς Κολοσσὰς τῆς Φρυγίας συνέλαβε τὸν Τισσαφέρνην διά τινος Ἀριαίου σατράπου λουόμενον, καὶ τὴν κεφαλὴν ἀποκόψας ἀπέστειλε πρὸς τὸν βασιλέα: αὐτὸς δὲ τὸν Ἀγησίλαον πείσας εἰς λόγους ἐλθεῖν ἑξαμηνιαίους ἀνοχὰς ἐποιήσατο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: