previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

83.

Λακεδαιμόνιοι δ᾽ ὁρῶντες τὰς μεγίστας τῶν κατὰ τὴν Ἑλλάδα πόλεων ἐφ᾽ ἑαυτοὺς συνισταμένας, ἐψηφίσαντο τόν τε Ἀγησίλαον ἐκ τῆς Ἀσίας μεταπέμψασθαι καὶ τὴν μετ᾽ αὐτοῦ δύναμιν, αὐτοὶ δὲ ἐν τοσούτῳ παρά τε σφῶν καὶ τῶν συμμάχων ἀθροίσαντες πεζοὺς μὲν δισμυρίους τρισχιλίους, ἱππεῖς δὲ πεντακοσίους, ἀπήντησαν τοῖς πολεμίοις. [2] γενομένης δὲ παρατάξεως παρὰ τὸν Νεμέαν ποταμὸν μέχρι νυκτός, ἑκατέρων προετέρησε τὰ μέρη τοῦ στρατεύματος: καὶ τῶν μὲν Λακεδαιμονίων καὶ τῶν συμμάχων ἔπεσον ἑκατὸν πρὸς τοῖς χιλίοις, Βοιωτῶν δὲ καὶ τῶν ἄλλων συμμάχων περὶ δισχιλίους ὀκτακοσίους. [3] Ἀγησίλαος δὲ τὴν δύναμιν ἐκ τῆς Ἀσίας διαβιβάσας εἰς τὴν Εὐρώπην, τὸ μὲν πρῶτον Θρᾳκῶν τινων ἀπαντησάντων αὐτῷ πολλῇ στρατιᾷ, μάχῃ τε ἐνίκησε καὶ τοὺς πλείστους τῶν βαρβάρων ἀνεῖλε: μετὰ δὲ ταῦτα διὰ Μακεδονίας τὴν πορείαν ἐποιεῖτο, τὴν αὐτὴν διεξιὼν χώραν ἣν καὶ Ξέρξης ἐπορεύθη, καθ᾽ ὃν καιρὸν ἐστράτευσεν ἐπὶ τοὺς Ἕλληνας. [4] Ἀγησίλαος μὲν οὖν διὰ Μακεδονίας καὶ Θετταλίας πορευθείς, ὡς διῆλθε τὰ περὶ Θερμοπύλας στενά, ... τὴν πορείαν ἐποιεῖτο. Κόνων δὲ Ἀθηναῖος καὶ Φαρνάβαζος ἀφηγοῦντο μὲν τοῦ βασιλικοῦ στόλου, διέτριβον δὲ περὶ Λώρυμα τῆς Χερρονήσου, τριήρεις ἔχοντες πλείους τῶν ἐνενήκοντα. [5] πυθόμενοι δὲ ἐν Κνίδῳ τὸ ναυτικὸν τῶν πολεμίων εἶναι, τὰ πρὸς τὴν ναυμαχίαν παρεσκευάζοντο. Πείσανδρος δ᾽ τῶν Λακεδαιμονίων ναύαρχος ἐξέπλευσεν ἐκ τῆς Κνίδου τριήρεσιν ὀγδοήκοντα πέντε, καὶ κατηνέχθη πρὸς Φύσκον τῆς Χερρονήσου. [6] ἐκεῖθεν δ᾽ ἐκπλεύσας περιέπεσε τῷ στόλῳ τοῦ βασιλέως, καὶ ταῖς μὲν προπλεούσαις ναυσὶ συμβαλὼν προετέρει, τῶν δὲ Περσῶν ἅμα ταῖς τριήρεσιν ἀθρόαις παραβοηθησάντων, ἐπειδὴ πάντες οἱ σύμμαχοι πρὸς τὴν γῆν ἔφυγον, τὴν ἰδίαν ναῦν ἐπέστρεψεν, αἰσχρὸν εἶναι νομίσας καὶ τῆς Σπάρτης ἀνάξιον τὸ φυγεῖν ἀγεννῶς. [7] ἀγωνισάμενος δὲ λαμπρῶς καὶ πολλοὺς τῶν πολεμίων ἀνελών, τὸ τελευταῖον ἀξίως τῆς πατρίδος ἀνῃρέθη μαχόμενος. οἱ δὲ περὶ τὸν Κόνωνα μέχρι τῆς γῆς καταδιώξαντες τοὺς Λακεδαιμονίους πεντήκοντα μὲν τριήρων ἐκυρίευσαν, τῶν δ᾽ ἀνδρῶν οἱ πλεῖστοι μὲν ἐκκολυμβήσαντες κατὰ γῆν ἔφυγον, ἑάλωσαν δὲ περὶ πεντακοσίους: αἱ δὲ λοιπαὶ τριήρεις εἰς Κνίδον διεσώθησαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (5 total)
  • Cross-references to this page (5):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: