previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

97.

τοῦ δ᾽ ἔτους τούτου διεληλυθότος Ἀθήνησι μὲν ἦν ἄρχων Νικοτέλης, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν διῴκουν χιλίαρχοι τρεῖς, Μάρκος Φούριος, Γάιος Αἰμίλιος. τούτων δὲ τὴν ἀρχὴν παρειληφότων οἱ λακωνίζοντες τῶν Ῥοδίων ἐπαναστάντες τῷ δήμῳ τοὺς τὰ τῶν Ἀθηναίων φρονοῦντας ἐξέβαλον ἐκ τῆς πόλεως. [2] συνδραμόντων δ᾽ αὐτῶν ἐν τοῖς ὅπλοις καὶ πειρωμένων ἀντέχεσθαι τῶν πραγμάτων, ἐπεκράτησαν οἱ Λακεδαιμονίοις συμμαχοῦντες, καὶ πολλοὺς μὲν ἐφόνευσαν, τοὺς δὲ διαφυγόντας ἐξεκήρυξαν. εὐθὺς δὲ καὶ πρέσβεις ἀπέστειλαν εἰς Λακεδαίμονα περὶ βοηθείας, εὐλαβούμενοι μή τινες τῶν πολιτῶν νεωτερίσωσιν. [3] Λακεδαιμόνιοι δ᾽ αὐτοῖς ἀπέστειλαν ἑπτὰ τριήρεις καὶ τοὺς ἀφηγησομένους τῶν πραγμάτων τρεῖς ἄνδρας, Εὐδόκιμον καὶ Φιλόδοκον καὶ Διφίλαν. οὗτοι δὲ πρῶτον εἰς Σάμον κομισθέντες ἀπέστησαν τὴν πόλιν Ἀθηναίων, ἔπειτα καταπλεύσαντες εἰς Ῥόδον τῶν ἐνταῦθα πραγμάτων εἶχον τὴν ἐπιμέλειαν. [4] οἱ δὲ Λακεδαιμόνιοι, προχωρούντων αὐτοῖς τῶν πραγμάτων, ἔγνωσαν ἀντέχεσθαι τῆς θαλάττης, καὶ πάλιν ἐκ τοῦ κατ᾽ ὀλίγον ἐκράτουν τῶν συμμάχων ἀθροίσαντες ναυτικόν. οὗτοι μὲν οὖν εἴς τε Σάμον καὶ Κνίδον καὶ Ῥόδον κατέπλευσαν, καὶ πανταχόθεν ναῦς τε καὶ τοὺς ἀρίστους καταγράφοντες ἐπιβάτας ἐξήρτυον πολυτελῶς τριήρεις εἴκοσιν ἑπτά. [5] Ἀγησίλαος δ᾽ τῶν Λακεδαιμονίων βασιλεύς, ἀκούων τοὺς Ἀργείους περὶ τὴν Κόρινθον διατρίβοντας, ἐξήγαγε τοὺς Λακεδαιμονίους πανδημεὶ πλὴν μιᾶς μόρας. ἐπελθὼν δὲ τὴν Ἀργείαν πᾶσαν τὰς μὲν κτήσεις διήρπασεν, τὴν δὲ χώραν δενδροτομήσας εἰς τὴν Σπάρτην ἀπεχώρησεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: