previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

17. Λεπτίνης μὲν γὰρ ἐπὶ θατέρου κέρως τεταγμένος καὶ διαφέρων ἀνδρείᾳ, μαχόμενος ἡρωικῶς καὶ πολλοὺς ἀνελὼν τῶν Καρχηδονίων ἐπιφανῶς κατέστρεψε τὸν βίον: τούτου δὲ πεσόντος οἱ Φοίνικες θαρρήσαντες καὶ βιασάμενοι τοὺς ἀντιτεταγμένους ἐτρέψαντο. [2] Διονύσιος δὲ τὸ μὲν πρῶτον ἔχων ἐπιλέκτους τοὺς συντεταγμένους προετέρει τῶν ἀντιτεταγμένων: ὡς δ᾽ τοῦ Λεπτίνου θάνατος ἐγνώσθη καὶ τὸ ἕτερον κέρας συνετέτριπτο, κατεπλάγησαν οἱ τοῦ Διονυσίου καὶ πρὸς φυγὴν ὥρμησαν. [3] τροπῆς δὲ παντελοῦς γενομένης, οἱ μὲν Καρχηδόνιοι φιλοτιμότερον καταδιώξαντες παρήγγελλον ἀλλήλοις μηδένα ζωγρεῖν: διὸ καὶ πάντων τῶν περικαταλαμβανομένων ἀναιρουμένων πᾶς πλησίον τόπος νεκρῶν ἐπληρώθη. [4] τοσοῦτος δ᾽ ἐγένετο φόνος, μνησικακούντων τῶν Φοινίκων, ὥστε τοὺς ἀναιρεθέντας εὑρεθῆναι τῶν Σικελιωτῶν πλείους τῶν μυρίων καὶ τετρακισχιλίων. οἱ δὲ περιλειφθέντες καταφυγόντες εἰς τὴν παρεμβολὴν τῆς νυκτὸς ἐπιγενομένης διεσώθησαν. οἱ δὲ Καρχηδόνιοι μεγάλῃ παρατάξει νικήσαντες ἀνεχώρησαν εἰς Πάνορμον. [5] ἀνθρωπίνως δὲ τὴν εὐημερίαν ἐνεγκόντες ἀπέστειλαν πρεσβευτάς, δόντες ἐξουσίαν τῷ Διονυσίῳ καταλύσασθαι τὸν πόλεμον. ἀσμένως δὲ τοῦ τυράννου προσδεξαμένου τοὺς λόγους ἐγένοντο διαλύσεις, ὥστ᾽ ἔχειν ἀμφοτέρους ὧν πρότερον ὑπῆρχον κύριοι: ἐξαίρετον δ᾽ ἔλαβον οἱ Καρχηδόνιοι τὴν τῶν Σελινουντίων πόλιν τε καὶ χώραν καὶ τῆς Ἀκραγαντίνης μέχρι τοῦ Ἁλύκου καλουμένου ποταμοῦ. ἔτισε δὲ Διονύσιος τοῖς Καρχηδονίοις τάλαντα χίλια. καὶ τὰ μὲν κατὰ Σικελίαν ἐν τούτοις ἦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: