previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

21. οὗτος δ᾽ ἐμβαλὼν εἰς τὴν χώραν τῶν Ὀλυνθίων, κοινῇ μετ᾽ Ἀμύντου διεπολέμει πρὸς Ὀλυνθίους. εἶθ᾽ οἱ μὲν Ὀλύνθιοι δύναμιν ἀξιόλογον ἠθροικότες ἐπλεονέκτουν ἐν ταῖς μάχαις, στρατιώτας πλείους ἔχοντες τῶν πολεμίων: οἱ δὲ Λακεδαιμόνιοι δύναμιν ἀξιόλογον προχειρισάμενοι κατέστησαν στρατηγὸν ἐπ᾽ αὐτῆς Τελευτίαν. οὗτος δ᾽ ἦν ἀδελφὸς μὲν Ἀγησιλάου τοῦ βασιλέως, θαυμαζόμενος δ᾽ ἐπ᾽ ἀρετῇ παρὰ τοῖς πολίταις. [2] ἀναζεύξας οὖν μετὰ δυνάμεως ἐκ τῆς Πελοποννήσου καὶ καταντήσας πλησίον τῆς Ὀλυνθίων παρέλαβε τοὺς μετὰ Εὐδαμίδου στρατιώτας. γενόμενος δὲ ἀξιόμαχος τὸ μὲν πρῶτον τὴν τῶν Ὀλυνθίων χώραν ἐδῄωσε, καὶ συναγαγὼν πλῆθος λείας ἐμέρισε τοῖς στρατιώταις. τῶν δὲ Ὀλυνθίων μετὰ τῶν συμμάχων πανδημεὶ παραταξαμένων συνῆψε μάχην. καὶ τὸ μὲν πρῶτον ἰσορρόπου τοῦ κινδύνου γενομένου διεχωρίσθησαν: μετὰ δὲ ταῦτα γενομένης μάχης ἰσχυρᾶς, αὐτός τε Τελευτίας ἔπεσε λαμπρῶς ἀγωνισάμενος, καὶ τῶν Λακεδαιμονίων ἀνῃρέθησαν πλείους τῶν χιλίων καὶ διακοσίων. [3] τηλικαύτης δ᾽ εὐημερίας γενομένης τοῖς Ὀλυνθίοις, οἱ μὲν Λακεδαιμόνιοι, βουλόμενοι διορθώσασθαι τὸ γεγονὸς ἐλάττωμα, δυνάμεις ἁδροτέρας ἐκπέμπειν παρεσκευάζοντο, οἱ δὲ Ὀλύνθιοι, νομίζοντες μείζοσι δυνάμεσιν ἥξειν τοὺς Σπαρτιάτας καὶ τὸν πόλεμον ἔσεσθαι πολυχρόνιον, σίτου τε παρασκευὰς ἀξιολόγους ἐποιοῦντο καὶ παρὰ τῶν συμμάχων στρατιώτας προσελαμβάνοντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: