previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

44.

οὐκ ἀνοίκειον δ᾽ ἐστὶ τὰ περὶ τῆς Ἰφικράτους ἀρετῆς ἱστορούμενα παραθεῖναι. οὗτος γὰρ παραδέδοται στρατηγικήν τε ἀγχίνοιαν ἐσχηκέναι καὶ πρὸς πᾶσαν ἐπίνοιαν ἀγαθὴν φύσει κεχρῆσθαι διαφόρῳ. προσλαβόμενον οὖν αὐτὸν τὴν ἐν τῷ Περσικῷ πολέμῳ πολυχρόνιον ἐμπειρίαν τῶν στρατιωτικῶν ἔργων, ἐπινοήσασθαι πολλὰ τῶν εἰς τὸν πόλεμον χρησίμων, καὶ μάλιστα περὶ τὸν καθοπλισμὸν φιλοτιμηθῆναι. [2] τῶν γὰρ Ἑλλήνων μεγάλαις ἀσπίσι χρωμένων καὶ διὰ τοῦτο δυσκινήτων ὄντων, συνεῖλε τὰς ἀσπίδας καὶ κατεσκεύασε πέλτας συμμέτρους, ἀμφοτέρων εὖ στοχασάμενος, τοῦ τε σκέπειν ἱκανῶς τὰ σώματα καὶ τοῦ δύνασθαι τοὺς χρωμένους ταῖς πέλταις διὰ τὴν κουφότητα παντελῶς εὐκινήτους ὑπάρχειν. [3] διὰ δὲ τῆς πείρας τῆς εὐχρηστίας ἀποδοχῆς τυγχανούσης, οἱ μὲν πρότερον ἀπὸ τῶν ἀσπίδων ὁπλῖται καλούμενοι τότε δὲ ἀπὸ τῆς πέλτης πελτασταὶ μετωνομάσθησαν. ἐπὶ δὲ τοῦ δόρατος καὶ τοῦ ξίφους εἰς τοὐναντίον τὴν μετάθεσιν ἐποιήσατο: ηὔξησε γὰρ τὰ μὲν δόρατα ἡμιολίῳ μεγέθει, τὰ δὲ ξίφη σχεδὸν διπλάσια κατεσκεύασεν. τὴν δὲ δοκιμασίαν χρεία διαβεβαιοῦσα τὴν ἐπίνοιαν τοῦ στρατηγοῦ τῷ τῆς πείρας ἐπιτεύγματι δόξης ἠξίωσεν. [4] τάς τε ὑποδέσεις τοῖς στρατιώταις εὐλύτους καὶ κούφας ἐποίησε, τὰς μέχρι τοῦ νῦν ἰφικρατίδας ἀπ᾽ ἐκείνου καλουμένας. πολλὰ δὲ καὶ ἄλλα τῶν χρησίμων εἰς τὰς στρατείας κατέδειξε, περὶ ὧν μακρὸν ἂν εἴη γράφειν. μὲν οὖν ἐπ᾽ Αἴγυπτον στρατεία τῶν Περσῶν, μεγάλης τυχοῦσα παρασκευῆς, παρ᾽ ἐλπίδας ἄπρακτον ἔσχε τὸ τέλος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: